1 τί οὐ̃ν τò περισσòν του̃ ’Ιουδαίου ἢ τίς ἡ ὠφέλεια τη̃ς περιτομη̃ς |
2 πολὺ κατὰ πάντα τρόπον πρω̃τον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια του̃ θεου̃ |
3 τί γὰρ εἰ ἠπίστησάν τινες μὴ ἡ ἀπιστία αὐτω̃ν τὴν πίστιν του̃ θεου̃ καταργήσει |
4 μὴ γένοιτο γινέσθω δὲ ὁ θεòς ἀληθής πα̃ς δὲ ἄνθρωπος ψεύστης καθὼς γέγραπται ὅπως ἂν δικαιωθη̨̃ς ἐν τοι̃ς λόγοις σου καὶ νικήσεις ἐν τω̨̃ κρίνεσθαί σε |
5 εἰ δὲ ἡ ἀδικία ἡμω̃ν θεου̃ δικαιοσύνην συνίστησιν τί ἐρου̃μεν μὴ ἄδικος ὁ θεòς ὁ ἐπιφέρων τὴν ὀργήν κατὰ ἄνθρωπον λέγω |
6 μὴ γένοιτο ἐπεὶ πω̃ς κρινει̃ ὁ θεòς τòν κόσμον |
7 εἰ δὲ ἡ ἀλήθεια του̃ θεου̃ ἐν τω̨̃ ἐμω̨̃ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτου̃ τί ἔτι κἀγὼ ὡς ἁμαρτωλòς κρίνομαι |
8 καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμα̃ς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθη̨ τὰ ἀγαθά ὡ̃ν τò κρίμα ἔνδικόν ἐστιν |
9 τί οὐ̃ν προεχόμεθα οὐ πάντως προη̨τιασάμεθα γὰρ ’Ιουδαίους τε καὶ ‘Έλληνας πάντας ὑφ' ἁμαρτίαν εἰ̃ναι |
10 καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἱ̃ς |
11 οὐκ ἔστιν ὁ συνίων οὐκ ἔστιν ὁ ἐκζητω̃ν τòν θεόν |
12 πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ὁ ποιω̃ν χρηστότητα οὐκ ἔστιν ἕως ἑνός |
13 τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν ἰòς ἀσπίδων ὑπò τὰ χείλη αὐτω̃ν |
14 ὡ̃ν τò στόμα ἀρα̃ς καὶ πικρίας γέμει |
15 ὀξει̃ς οἱ πόδες αὐτω̃ν ἐκχέαι αἱ̃μα |
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν |
17 καὶ ὁδòν εἰρήνης οὐκ ἔγνωσαν |
18 οὐκ ἔστιν φόβος θεου̃ ἀπέναντι τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν |
19 οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοι̃ς ἐν τω̨̃ νόμω̨ λαλει̃ ἵνα πα̃ν στόμα φραγη̨̃ καὶ ὑπόδικος γένηται πα̃ς ὁ κόσμος τω̨̃ θεω̨̃ |
20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πα̃σα σὰρξ ἐνώπιον αὐτου̃ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας |
21 νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεου̃ πεφανέρωται μαρτυρουμένη ὑπò του̃ νόμου καὶ τω̃ν προφητω̃ν |
22 δικαιοσύνη δὲ θεου̃ διὰ πίστεως ’Ιησου̃ Χριστου̃ εἰς πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή |
23 πάντες γὰρ ἥμαρτον καὶ ὑστερου̃νται τη̃ς δόξης του̃ θεου̃ |
24 δικαιούμενοι δωρεὰν τη̨̃ αὐτου̃ χάριτι διὰ τη̃ς ἀπολυτρώσεως τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ |
25 ὃν προέθετο ὁ θεòς ἱλαστήριον διὰ τη̃ς πίστεως ἐν τω̨̃ αὐτου̃ αἵματι εἰς ἔνδειξιν τη̃ς δικαιοσύνης αὐτου̃ διὰ τὴν πάρεσιν τω̃ν προγεγονότων ἁμαρτημάτων |
26 ἐν τη̨̃ ἀνοχη̨̃ του̃ θεου̃ πρòς τὴν ἔνδειξιν τη̃ς δικαιοσύνης αὐτου̃ ἐν τω̨̃ νυ̃ν καιρω̨̃ εἰς τò εἰ̃ναι αὐτòν δίκαιον καὶ δικαιου̃ντα τòν ἐκ πίστεως ’Ιησου̃ |
27 που̃ οὐ̃ν ἡ καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τω̃ν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως |
28 λογιζόμεθα γὰρ δικαιου̃σθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου |
29 ἢ ’Ιουδαίων ὁ θεòς μόνον οὐχὶ καὶ ἐθνω̃ν ναὶ καὶ ἐθνω̃ν |
30 εἴπερ εἱ̃ς ὁ θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τη̃ς πίστεως |
31 νόμον οὐ̃ν καταργου̃μεν διὰ τη̃ς πίστεως μὴ γένοιτο ἀλλὰ νόμον ἱστάνομεν |