Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 8

οὐδὲν ἄρα νυ̃ν κατάκριμα τοι̃ς ἐν Χριστω̨̃ ’Ιησου̃
ὁ γὰρ νόμος του̃ πνεύματος τη̃ς ζωη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ ἠλευθέρωσέν σε ἀπò του̃ νόμου τη̃ς ἁμαρτίας καὶ του̃ θανάτου
τò γὰρ ἀδύνατον του̃ νόμου ἐν ὡ̨̃ ἠσθένει διὰ τη̃ς σαρκός ὁ θεòς τòν ἑαυτου̃ υἱòν πέμψας ἐν ὁμοιώματι σαρκòς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεν τὴν ἁμαρτίαν ἐν τη̨̃ σαρκί
ἵνα τò δικαίωμα του̃ νόμου πληρωθη̨̃ ἐν ἡμι̃ν τοι̃ς μὴ κατὰ σάρκα περιπατου̃σιν ἀλλὰ κατὰ πνευ̃μα
οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τη̃ς σαρκòς φρονου̃σιν οἱ δὲ κατὰ πνευ̃μα τὰ του̃ πνεύματος
τò γὰρ φρόνημα τη̃ς σαρκòς θάνατος τò δὲ φρόνημα του̃ πνεύματος ζωὴ καὶ εἰρήνη
διότι τò φρόνημα τη̃ς σαρκòς ἔχθρα εἰς θεόν τω̨̃ γὰρ νόμω̨ του̃ θεου̃ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται
οἱ δὲ ἐν σαρκὶ ὄντες θεω̨̃ ἀρέσαι οὐ δύνανται
ὑμει̃ς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι εἴπερ πνευ̃μα θεου̃ οἰκει̃ ἐν ὑμι̃ν εἰ δέ τις πνευ̃μα Χριστου̃ οὐκ ἔχει οὑ̃τος οὐκ ἔστιν αὐτου̃
10 εἰ δὲ Χριστòς ἐν ὑμι̃ν τò μὲν σω̃μα νεκρòν διὰ ἁμαρτίαν τò δὲ πνευ̃μα ζωὴ διὰ δικαιοσύνην
11 εἰ δὲ τò πνευ̃μα του̃ ἐγείραντος τòν ’Ιησου̃ν ἐκ νεκρω̃ν οἰκει̃ ἐν ὑμι̃ν ὁ ἐγείρας Χριστòν ἐκ νεκρω̃ν ζω̨οποιήσει καὶ τὰ θνητὰ σώματα ὑμω̃ν διὰ του̃ ἐνοικου̃ντος αὐτου̃ πνεύματος ἐν ὑμι̃ν
12 ἄρα οὐ̃ν ἀδελφοί ὀφειλέται ἐσμέν οὐ τη̨̃ σαρκὶ του̃ κατὰ σάρκα ζη̃ν
13 εἰ γὰρ κατὰ σάρκα ζη̃τε μέλλετε ἀποθνή̨σκειν εἰ δὲ πνεύματι τὰς πράξεις του̃ σώματος θανατου̃τε ζήσεσθε
14 ὅσοι γὰρ πνεύματι θεου̃ ἄγονται οὑ̃τοι υἱοὶ θεου̃ εἰσιν
15 οὐ γὰρ ἐλάβετε πνευ̃μα δουλείας πάλιν εἰς φόβον ἀλλὰ ἐλάβετε πνευ̃μα υἱοθεσίας ἐν ὡ̨̃ κράζομεν αββα ὁ πατήρ
16 αὐτò τò πνευ̃μα συμμαρτυρει̃ τω̨̃ πνεύματι ἡμω̃ν ὅτι ἐσμὲν τέκνα θεου̃
17 εἰ δὲ τέκνα καὶ κληρονόμοι κληρονόμοι μὲν θεου̃ συγκληρονόμοι δὲ Χριστου̃ εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθω̃μεν
18 λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα του̃ νυ̃ν καιρου̃ πρòς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθη̃ναι εἰς ἡμα̃ς
19 ἡ γὰρ ἀποκαραδοκία τη̃ς κτίσεως τὴν ἀποκάλυψιν τω̃ν υἱω̃ν του̃ θεου̃ ἀπεκδέχεται
20 τη̨̃ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκου̃σα ἀλλὰ διὰ τòν ὑποτάξαντα ἐφ' ἑλπίδι
21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπò τη̃ς δουλείας τη̃ς φθορα̃ς εἰς τὴν ἐλευθερίαν τη̃ς δόξης τω̃ν τέκνων του̃ θεου̃
22 οἴδαμεν γὰρ ὅτι πα̃σα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι του̃ νυ̃ν
23 οὐ μόνον δέ ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν του̃ πνεύματος ἔχοντες ἡμει̃ς καὶ αὐτοὶ ἐν ἑαυτοι̃ς στενάζομεν υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν του̃ σώματος ἡμω̃ν
24 τη̨̃ γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς ὃ γὰρ βλέπει τίς ἐλπίζει
25 εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν δι' ὑπομονη̃ς ἀπεκδεχόμεθα
26 ὡσαύτως δὲ καὶ τò πνευ̃μα συναντιλαμβάνεται τη̨̃ ἀσθενεία̨ ἡμω̃ν τò γὰρ τί προσευξώμεθα καθò δει̃ οὐκ οἴδαμεν ἀλλὰ αὐτò τò πνευ̃μα ὑπερεντυγχάνει στεναγμοι̃ς ἀλαλήτοις
27 ὁ δὲ ἐραυνω̃ν τὰς καρδίας οἰ̃δεν τί τò φρόνημα του̃ πνεύματος ὅτι κατὰ θεòν ἐντυγχάνει ὑπὲρ ἁγίων
28 οἴδαμεν δὲ ὅτι τοι̃ς ἀγαπω̃σιν τòν θεòν πάντα συνεργει̃ εἰς ἀγαθόν τοι̃ς κατὰ πρόθεσιν κλητοι̃ς οὐ̃σιν
29 ὅτι οὓς προέγνω καὶ προώρισεν συμμόρφους τη̃ς εἰκόνος του̃ υἱου̃ αὐτου̃ εἰς τò εἰ̃ναι αὐτòν πρωτότοκον ἐν πολλοι̃ς ἀδελφοι̃ς
30 οὓς δὲ προώρισεν τούτους καὶ ἐκάλεσεν καὶ οὓς ἐκάλεσεν τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσεν τούτους καὶ ἐδόξασεν
31 τί οὐ̃ν ἐρου̃μεν πρòς ταυ̃τα εἰ ὁ θεòς ὑπὲρ ἡμω̃ν τίς καθ' ἡμω̃ν
32 ὅς γε του̃ ἰδίου υἱου̃ οὐκ ἐφείσατο ἀλλὰ ὑπὲρ ἡμω̃ν πάντων παρέδωκεν αὐτόν πω̃ς οὐχὶ καὶ σὺν αὐτω̨̃ τὰ πάντα ἡμι̃ν χαρίσεται
33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτω̃ν θεου̃ θεòς ὁ δικαιω̃ν
34 τίς ὁ κατακρινω̃ν Χριστòς ’Ιησου̃ς ὁ ἀποθανών μα̃λλον δὲ ἐγερθείς ὃς καί ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμω̃ν
35 τίς ἡμα̃ς χωρίσει ἀπò τη̃ς ἀγάπης του̃ Χριστου̃ θλι̃ψις ἢ στενοχωρία ἢ διωγμòς ἢ λιμòς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα
36 καθὼς γέγραπται ὅτι ἕνεκεν σου̃ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγη̃ς
37 ἀλλ' ἐν τούτοις πα̃σιν ὑπερνικω̃μεν διὰ του̃ ἀγαπήσαντος ἡμα̃ς
38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστω̃τα οὔτε μέλλοντα οὔτε δυνάμεις
39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμα̃ς χωρίσαι ἀπò τη̃ς ἀγάπης του̃ θεου̃ τη̃ς ἐν Χριστω̨̃ ’Ιησου̃ τω̨̃ κυρίω̨ ἡμω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.