1 κριτὴς σοφὸς παιδεύσει τὸν λαὸν αὐτου̃ καὶ ἡγεμονία συνετου̃ τεταγμένη ἔσται |
2 κατὰ τὸν κριτὴν του̃ λαου̃ οὕτως καὶ οἱ λειτουργοὶ αὐτου̃ καὶ κατὰ τὸν ἡγούμενον τη̃ς πόλεως πάντες οἱ κατοικου̃ντες αὐτήν |
3 βασιλεὺς ἀπαίδευτος ἀπολει̃ τὸν λαὸν αὐτου̃ καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστω̃ν |
4 ἐν χειρὶ κυρίου ἡ ἐξουσία τη̃ς γη̃ς καὶ τὸν χρήσιμον ἐγερει̃ εἰς καιρὸν ἐπ' αὐτη̃ς |
5 ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός καὶ προσώπω̨ γραμματέως ἐπιθήσει δόξαν αὐτου̃ |
6 ἐπὶ παντὶ ἀδικήματι μὴ μηνιάση̨ς τω̨̃ πλησίον καὶ μὴ πρα̃σσε μηδὲν ἐν ἔργοις ὕβρεως |
7 μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία καὶ ἐξ ἀμφοτέρων πλημμελὴς ἡ ἀδικία |
8 βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα |
9 τί ὑπερηφανεύεται γη̃ καὶ σποδός ὅτι ἐν ζωη̨̃ ἔρριψα τὰ ἐνδόσθια αὐτου̃ |
10 μακρὸν ἀρρώστημα σκώπτει ἰατρός καὶ βασιλεὺς σήμερον καὶ αὔριον τελευτήσει |
11 ἐν γὰρ τω̨̃ ἀποθανει̃ν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας |
12 ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου καὶ ἀπὸ του̃ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτου̃ |
13 ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία καὶ ὁ κρατω̃ν αὐτη̃ς ἐξομβρήσει βδέλυγμα διὰ του̃το παρεδόξασεν κύριος τὰς ἐπαγωγὰς καὶ κατέστρεψεν εἰς τέλος αὐτούς |
14 θρόνους ἀρχόντων καθει̃λεν ὁ κύριος καὶ ἐκάθισεν πραει̃ς ἀντ' αὐτω̃ν |
15 ῥίζας ἐθνω̃ν ἐξέτιλεν ὁ κύριος καὶ ἐφύτευσεν ταπεινοὺς ἀντ' αὐτω̃ν |
16 χώρας ἐθνω̃ν κατέστρεψεν ὁ κύριος καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γη̃ς |
17 ἐξη̃ρεν ἐξ αὐτω̃ν καὶ ἀπώλεσεν αὐτοὺς καὶ κατέπαυσεν ἀπὸ γη̃ς τὸ μνημόσυνον αὐτω̃ν |
18 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία οὐδὲ ὀργὴ θυμου̃ γεννήμασιν γυναικω̃ν |
19 σπέρμα ἔντιμον ποι̃ον σπέρμα ἀνθρώπου σπέρμα ἔντιμον ποι̃ον οἱ φοβούμενοι τὸν κύριον σπέρμα ἄτιμον ποι̃ον σπέρμα ἀνθρώπου σπέρμα ἄτιμον ποι̃ον οἱ παραβαίνοντες ἐντολάς |
20 ἐν μέσω̨ ἀδελφω̃ν ὁ ἡγούμενος αὐτω̃ν ἔντιμος καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοι̃ς αὐτου̃ |
|
22 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός τὸ καύχημα αὐτω̃ν φόβος κυρίου |
23 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν |
24 μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται καὶ οὐκ ἔστιν αὐτω̃ν τις μείζων του̃ φοβουμένου τὸν κύριον |
25 οἰκέτη̨ σοφω̨̃ ἐλεύθεροι λειτουργήσουσιν καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει |
26 μὴ σοφίζου ποιη̃σαι τὸ ἔργον σου καὶ μὴ δοξάζου ἐν καιρω̨̃ στενοχωρίας σου |
27 κρείσσων ἐργαζόμενος καὶ περισσεύων ἐν πα̃σιν ἢ περιπατω̃ν δοξαζόμενος καὶ ἀπορω̃ν ἄρτων |
28 τέκνον ἐν πραΰτητι δόξασον τὴν ψυχήν σου καὶ δὸς αὐτη̨̃ τιμὴν κατὰ τὴν ἀξίαν αὐτη̃ς |
29 τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτου̃ τίς δικαιώσει καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτου̃ |
30 πτωχὸς δοξάζεται δι' ἐπιστήμην αὐτου̃ καὶ πλούσιος δοξάζεται διὰ τὸν πλου̃τον αὐτου̃ |
31 ὁ δεδοξασμένος ἐν πτωχεία̨ καὶ ἐν πλούτω̨ ποσαχω̃ς καὶ ὁ ἄδοξος ἐν πλούτω̨ καὶ ἐν πτωχεία̨ ποσαχω̃ς |