1 ὁ ζω̃ν εἰς τὸν αἰω̃να ἔκτισεν τὰ πάντα κοινη̨̃ |
2 κύριος μόνος δικαιωθήσεται |
|
4 οὐθενὶ ἐξεποίησεν ἐξαγγει̃λαι τὰ ἔργα αὐτου̃ καὶ τίς ἐξιχνεύσει τὰ μεγαλει̃α αὐτου̃ |
5 κράτος μεγαλωσύνης αὐτου̃ τίς ἐξαριθμήσεται καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτου̃ |
6 οὐκ ἔστιν ἐλαττω̃σαι οὐδὲ προσθει̃ναι καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια του̃ κυρίου |
7 ὅταν συντελέση̨ ἄνθρωπος τότε ἄρχεται καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται |
8 τί ἄνθρωπος καὶ τί ἡ χρη̃σις αὐτου̃ τί τὸ ἀγαθὸν αὐτου̃ καὶ τί τὸ κακὸν αὐτου̃ |
9 ἀριθμὸς ἡμερω̃ν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν |
10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψη̃φος ἄμμου οὕτως ὀλίγα ἔτη ἐν ἡμέρα̨ αἰω̃νος |
11 διὰ του̃το ἐμακροθύμησεν κύριος ἐπ' αὐτοι̃ς καὶ ἐξέχεεν ἐπ' αὐτοὺς τὸ ἔλεος αὐτου̃ |
12 εἰ̃δεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτω̃ν ὅτι πονηρά διὰ του̃το ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτου̃ |
13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτου̃ ἔλεος δὲ κυρίου ἐπὶ πα̃σαν σάρκα ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτου̃ |
14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεα̨̃ καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτου̃ |
15 τέκνον ἐν ἀγαθοι̃ς μὴ δω̨̃ς μω̃μον καὶ ἐν πάση̨ δόσει λύπην λόγων |
16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος οὕτως κρείσσων λόγος ἢ δόσις |
17 οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένω̨ |
18 μωρὸς ἀχαρίστως ὀνειδιει̃ καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς |
19 πρὶν ἢ λαλη̃σαι μάνθανε καὶ πρὸ ἀρρωστίας θεραπεύου |
20 πρὸ κρίσεως ἐξέταζε σεαυτόν καὶ ἐν ὥρα̨ ἐπισκοπη̃ς εὑρήσεις ἐξιλασμόν |
21 πρὶν ἀρρωστη̃σαί σε ταπεινώθητι καὶ ἐν καιρω̨̃ ἁμαρτημάτων δει̃ξον ἐπιστροφήν |
22 μὴ ἐμποδισθη̨̃ς του̃ ἀποδου̃ναι εὐχὴν εὐκαίρως καὶ μὴ μείνη̨ς ἕως θανάτου δικαιωθη̃ναι |
23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτὸν καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον |
24 μνήσθητι θυμου̃ ἐν ἡμέραις τελευτη̃ς καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφη̨̃ προσώπου |
25 μνήσθητι καιρὸν λιμου̃ ἐν καιρω̨̃ πλησμονη̃ς πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου |
26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι κυρίου |
27 ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται καὶ ἐν ἡμέραις ἁμαρτιω̃ν προσέξει ἀπὸ πλημμελείας |
28 πα̃ς συνετὸς ἔγνω σοφίαν καὶ τω̨̃ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν |
29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο καὶ ἀνώμβρησαν παροιμίας ἀκριβει̃ς |
30 ὀπίσω τω̃ν ἐπιθυμιω̃ν σου μὴ πορεύου καὶ ἀπὸ τω̃ν ὀρέξεών σου κωλύου |
31 ἐὰν χορηγήση̨ς τη̨̃ ψυχη̨̃ σου εὐδοκίαν ἐπιθυμίας ποιήσει σε ἐπίχαρμα τω̃ν ἐχθρω̃ν σου |
32 μὴ εὐφραίνου ἐπὶ πολλη̨̃ τρυφη̨̃ μὴ προσδεθη̨̃ς συμβολη̨̃ αὐτη̃ς |
33 μὴ γίνου πτωχὸς συμβολοκοπω̃ν ἐκ δανεισμου̃ καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίω̨ |