Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 39

1 πλὴν του̃ ἐπιδιδόντος τὴν ψυχὴν αὐτου̃ καὶ διανοουμένου ἐν νόμω̨ ὑψίστου σοφίαν πάντων ἀρχαίων ἐκζητήσει καὶ ἐν προφητείαις ἀσχοληθήσεται
2 διήγησιν ἀνδρω̃ν ὀνομαστω̃ν συντηρήσει καὶ ἐν στροφαι̃ς παραβολω̃ν συνεισελεύσεται
3 ἀπόκρυφα παροιμιω̃ν ἐκζητήσει καὶ ἐν αἰνίγμασι παραβολω̃ν ἀναστραφήσεται
4 ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει καὶ ἔναντι ἡγουμένων ὀφθήσεται ἐν γη̨̃ ἀλλοτρίων ἐθνω̃ν διελεύσεται ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν
5 τὴν καρδίαν αὐτου̃ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν καὶ ἔναντι ὑψίστου δεηθήσεται καὶ ἀνοίξει στόμα αὐτου̃ ἐν προσευχη̨̃ καὶ περὶ τω̃ν ἁμαρτιω̃ν αὐτου̃ δεηθήσεται
6 ἐὰν κύριος ὁ μέγας θελήση̨ πνεύματι συνέσεως ἐμπλησθήσεται αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτου̃ καὶ ἐν προσευχη̨̃ ἐξομολογήσεται κυρίω̨
7 αὐτὸς κατευθυνει̃ βουλὴν αὐτου̃ καὶ ἐπιστήμην καὶ ἐν τοι̃ς ἀποκρύφοις αὐτου̃ διανοηθήσεται
8 αὐτὸς ἐκφανει̃ παιδείαν διδασκαλίας αὐτου̃ καὶ ἐν νόμω̨ διαθήκης κυρίου καυχήσεται
9 αἰνέσουσιν τὴν σύνεσιν αὐτου̃ πολλοί καὶ ἕως του̃ αἰω̃νος οὐκ ἐξαλειφθήσεται οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτου̃ καὶ τὸ ὄνομα αὐτου̃ ζήσεται εἰς γενεὰς γενεω̃ν
10 τὴν σοφίαν αὐτου̃ διηγήσονται ἔθνη καὶ τὸν ἔπαινον αὐτου̃ ἐξαγγελει̃ ἐκκλησία
11 ἐὰν ἐμμείνη̨ ὄνομα καταλείψει ἢ χίλιοι καὶ ἐὰν ἀναπαύσηται ἐκποιει̃ αὐτω̨̃
12 ἔτι διανοηθεὶς ἐκδιηγήσομαι καὶ ὡς διχομηνία ἐπληρώθην
13 εἰσακούσατέ μου υἱοὶ ὅσιοι καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγρου̃
14 καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμὴν καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον διάδοτε ὀσμὴν καὶ αἰνέσατε ἀ̨̃σμα εὐλογήσατε κύριον ἐπὶ πα̃σιν τοι̃ς ἔργοις
15 δότε τω̨̃ ὀνόματι αὐτου̃ μεγαλωσύνην καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτου̃ ἐν ὠ̨δαι̃ς χειλέων καὶ ἐν κινύραις καὶ οὕτως ἐρει̃τε ἐν ἐξομολογήσει
16 τὰ ἔργα κυρίου πάντα ὅτι καλὰ σφόδρα καὶ πα̃ν πρόσταγμα ἐν καιρω̨̃ αὐτου̃ ἔσται οὐκ ἔστιν εἰπει̃ν τί του̃το εἰς τί του̃το πάντα γὰρ ἐν καιρω̨̃ αὐτου̃ ζητηθήσεται
17 ἐν λόγω̨ αὐτου̃ ἔστη ὡς θιμωνιὰ ὕδωρ καὶ ἐν ῥήματι στόματος αὐτου̃ ἀποδοχει̃α ὑδάτων
18 ἐν προστάγματι αὐτου̃ πα̃σα ἡ εὐδοκία καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτου̃
19 ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτου̃ καὶ οὐκ ἔστιν κρυβη̃ναι ἀπὸ τω̃ν ὀφθαλμω̃ν αὐτου̃
20 ἀπὸ του̃ αἰω̃νος εἰς τὸν αἰω̃να ἐπέβλεψεν καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτου̃
21 οὐκ ἔστιν εἰπει̃ν τί του̃το εἰς τί του̃το πάντα γὰρ εἰς χρείας αὐτω̃ν ἔκτισται
22 ἡ εὐλογία αὐτου̃ ὡς ποταμὸς ἐπεκάλυψεν καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν
23 οὕτως ὀργὴν αὐτου̃ ἔθνη κληρονομήσει ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην
24 αἱ ὁδοὶ αὐτου̃ τοι̃ς ὁσίοις εὐθει̃αι οὕτως τοι̃ς ἀνόμοις προσκόμματα
25 ἀγαθὰ τοι̃ς ἀγαθοι̃ς ἔκτισται ἀπ' ἀρχη̃ς οὕτως τοι̃ς ἁμαρτωλοι̃ς κακά
26 ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου ὕδωρ καὶ πυ̃ρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυρου̃ καὶ γάλα καὶ μέλι αἱ̃μα σταφυλη̃ς καὶ ἔλαιον καὶ ἱμάτιον
27 ταυ̃τα πάντα τοι̃ς εὐσεβέσιν εἰς ἀγαθά οὕτως τοι̃ς ἁμαρτωλοι̃ς τραπήσεται εἰς κακά
28 ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται καὶ ἐν θυμω̨̃ αὐτου̃ ἐστερέωσεν μάστιγας αὐτω̃ν ἐν καιρω̨̃ συντελείας ἰσχὺν ἐκχεου̃σιν καὶ τὸν θυμὸν του̃ ποιήσαντος αὐτοὺς κοπάσουσιν
29 πυ̃ρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος πάντα ταυ̃τα εἰς ἐκδίκησιν ἔκτισται
30 θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικου̃σα εἰς ὄλεθρον ἀσεβει̃ς
31 ἐν τη̨̃ ἐντολη̨̃ αὐτου̃ εὐφρανθήσονται καὶ ἐπὶ τη̃ς γη̃ς εἰς χρείας ἑτοιμασθήσονται καὶ ἐν καιροι̃ς αὐτω̃ν οὐ παραβήσονται λόγον
32 διὰ του̃το ἐξ ἀρχη̃ς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφη̨̃ ἀφη̃κα
33 τὰ ἔργα κυρίου πάντα ἀγαθὰ καὶ πα̃σαν χρείαν ἐν ὥρα̨ αὐτη̃ς χορηγήσει
34 καὶ οὐκ ἔστιν εἰπει̃ν του̃το τούτου πονηρότερον πάντα γὰρ ἐν καιρω̨̃ εὐδοκιμηθήσεται
35 καὶ νυ̃ν ἐν πάση̨ καρδία̨ καὶ στόματι ὑμνήσατε καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.