1 τέκνον τὴν ζωὴν του̃ πτωχου̃ μὴ ἀποστερήση̨ς καὶ μὴ παρελκύση̨ς ὀφθαλμοὺς ἐπιδεει̃ς |
2 ψυχὴν πεινω̃σαν μὴ λυπήση̨ς καὶ μὴ παροργίση̨ς ἄνδρα ἐν ἀπορία̨ αὐτου̃ |
3 καρδίαν παρωργισμένην μὴ προσταράξη̨ς καὶ μὴ παρελκύση̨ς δόσιν προσδεομένου |
4 ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπὸ πτωχου̃ |
5 ἀπὸ δεομένου μὴ ἀποστρέψη̨ς ὀφθαλμὸν καὶ μὴ δω̨̃ς τόπον ἀνθρώπω̨ καταράσασθαί σε |
6 καταρωμένου γάρ σε ἐν πικρία̨ ψυχη̃ς αὐτου̃ τη̃ς δεήσεως αὐτου̃ ἐπακούσεται ὁ ποιήσας αὐτόν |
7 προσφιλη̃ συναγωγη̨̃ σεαυτὸν ποίει καὶ μεγιστα̃νι ταπείνου τὴν κεφαλήν σου |
8 κλι̃νον πτωχω̨̃ τὸ οὐ̃ς σου καὶ ἀποκρίθητι αὐτω̨̃ εἰρηνικὰ ἐν πραΰτητι |
9 ἐξελου̃ ἀδικούμενον ἐκ χειρὸς ἀδικου̃ντος καὶ μὴ ὀλιγοψυχήση̨ς ἐν τω̨̃ κρίνειν σε |
10 γίνου ὀρφανοι̃ς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τη̨̃ μητρὶ αὐτω̃ν καὶ ἔση̨ ὡς υἱὸς ὑψίστου καὶ ἀγαπήσει σε μα̃λλον ἢ μήτηρ σου |
11 ἡ σοφία υἱοὺς αὐτη̃ς ἀνύψωσεν καὶ ἐπιλαμβάνεται τω̃ν ζητου̃ντων αὐτήν |
12 ὁ ἀγαπω̃ν αὐτὴν ἀγαπα̨̃ ζωήν καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης |
13 ὁ κρατω̃ν αὐτη̃ς κληρονομήσει δόξαν καὶ οὑ̃ εἰσπορεύεται εὐλογει̃ κύριος |
14 οἱ λατρεύοντες αὐτη̨̃ λειτουργήσουσιν ἁγίω̨ καὶ τοὺς ἀγαπω̃ντας αὐτὴν ἀγαπα̨̃ ὁ κύριος |
15 ὁ ὑπακούων αὐτη̃ς κρινει̃ ἔθνη καὶ ὁ προσέχων αὐτη̨̃ κατασκηνώσει πεποιθώς |
16 ἐὰν ἐμπιστεύση̨ κατακληρονομήσει αὐτήν καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτου̃ |
17 ὅτι διεστραμμένως πορεύσεται μετ' αὐτου̃ ἐν πρώτοις φόβον καὶ δειλίαν ἐπάξει ἐπ' αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδεία̨ αὐτη̃ς ἕως οὑ̃ ἐμπιστεύση̨ τη̨̃ ψυχη̨̃ αὐτου̃ καὶ πειράσει αὐτὸν ἐν τοι̃ς δικαιώμασιν αὐτη̃ς |
18 καὶ πάλιν ἐπανήξει κατ' εὐθει̃αν πρὸς αὐτὸν καὶ εὐφρανει̃ αὐτὸν καὶ ἀποκαλύψει αὐτω̨̃ τὰ κρυπτὰ αὐτη̃ς |
19 ἐὰν ἀποπλανηθη̨̃ ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χει̃ρας πτώσεως αὐτου̃ |
20 συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηρου̃ καὶ περὶ τη̃ς ψυχη̃ς σου μὴ αἰσχυνθη̨̃ς |
21 ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις |
22 μὴ λάβη̨ς πρόσωπον κατὰ τη̃ς ψυχη̃ς σου καὶ μὴ ἐντραπη̨̃ς εἰς πτω̃σίν σου |
23 μὴ κωλύση̨ς λόγον ἐν καιρω̨̃ χρείας |
24 ἐν γὰρ λόγω̨ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ῥήματι γλώσσης |
25 μὴ ἀντίλεγε τη̨̃ ἀληθεία̨ καὶ περὶ τη̃ς ἀπαιδευσίας σου ἐντράπηθι |
26 μὴ αἰσχυνθη̨̃ς ὁμολογη̃σαι ἐφ' ἁμαρτίαις σου καὶ μὴ βιάζου ῥου̃ν ποταμου̃ |
27 καὶ μὴ ὑποστρώση̨ς ἀνθρώπω̨ μωρω̨̃ σεαυτὸν καὶ μὴ λάβη̨ς πρόσωπον δυνάστου |
28 ἕως θανάτου ἀγώνισαι περὶ τη̃ς ἀληθείας καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σου̃ |
29 μὴ γίνου θρασὺς ἐν γλώσση̨ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοι̃ς ἔργοις σου |
30 μὴ ἴσθι ὡς λέων ἐν τω̨̃ οἴκω̨ σου καὶ φαντασιοκοπω̃ν ἐν τοι̃ς οἰκέταις σου |
31 μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβει̃ν καὶ ἐν τω̨̃ ἀποδιδόναι συνεσταλμένη |