Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 49

μνημόσυνον Ιωσιου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργω̨ μυρεψου̃ ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίω̨ οἴνου
αὐτὸς κατευθύνθη ἐν ἐπιστροφη̨̃ λαου̃ καὶ ἐξη̃ρεν βδελύγματα ἀνομίας
κατεύθυνεν πρὸς κύριον τὴν καρδίαν αὐτου̃ ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν
πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν κατέλιπον γὰρ τὸν νόμον του̃ ὑψίστου οἱ βασιλει̃ς Ιουδα ἐξέλιπον
ἔδωκαν γὰρ τὸ κέρας αὐτω̃ν ἑτέροις καὶ τὴν δόξαν αὐτω̃ν ἔθνει ἀλλοτρίω̨
ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτη̃ς
ἐν χειρὶ Ιερεμιου ἐκάκωσαν γὰρ αὐτόν καὶ αὐτὸς ἐν μήτρα̨ ἡγιάσθη προφήτης ἐκριζου̃ν καὶ κακου̃ν καὶ ἀπολλύειν ὡσαύτως οἰκοδομει̃ν καὶ καταφυτεύειν
Ιεζεκιηλ ὃς εἰ̃δεν ὅρασιν δόξης ἣν ὑπέδειξεν αὐτω̨̃ ἐπὶ ἅρματος χερουβιν
καὶ γὰρ ἐμνήσθη τω̃ν ἐχθρω̃ν ἐν ὄμβρω̨ καὶ ἀγαθω̃σαι τοὺς εὐθύνοντας ὁδούς
10 καὶ τω̃ν δώδεκα προφητω̃ν τὰ ὀστα̃ ἀναθάλοι ἐκ του̃ τόπου αὐτω̃ν παρεκάλεσαν γὰρ τὸν Ιακωβ καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος
11 πω̃ς μεγαλύνωμεν τὸν Ζοροβαβελ καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξια̃ς χειρός
12 οὕτως 'Ιησου̃ς υἱὸς Ιωσεδεκ οἳ ἐν ἡμέραις αὐτω̃ν ὠ̨κοδόμησαν οἰ̃κον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίω̨ ἡτοιμασμένον εἰς δόξαν αἰω̃νος
13 καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον του̃ ἐγείραντος ἡμι̃ν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμω̃ν
14 οὐδεὶς ἐκτίσθη ἐπὶ τη̃ς γη̃ς τοιου̃τος οἱ̃ος Ενωχ καὶ γὰρ αὐτὸς ἀνελήμφθη ἀπὸ τη̃ς γη̃ς
15 οὐδὲ ὡς Ιωσηφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφω̃ν στήριγμα λαου̃ καὶ τὰ ὀστα̃ αὐτου̃ ἐπεσκέπησαν
16 Σημ καὶ Σηθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πα̃ν ζω̨̃ον ἐν τη̨̃ κτίσει Αδαμ
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.