ΑΣΜΑ,
κεφαλίς 7
1 ἐπίστρεφε ἐπίστρεφε ἡ Σουλαμι̃τις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τη̨̃ Σουλαμίτιδι ἡ ἐρχομένη ὡς χοροὶ τω̃ν παρεμβολω̃ν |
2 τί ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν θύγατερ Ναδαβ ῥυθμοὶ μηρω̃ν σου ὅμοιοι ὁρμίσκοις ἔργω̨ χειρω̃ν τεχνίτου |
3 ὀμφαλός σου κρατὴρ τορευτὸς μὴ ὑστερούμενος κρα̃μα κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις |
4 δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος |
5 τράχηλός σου ὡς πύργος ἐλεφάντινος ὀφθαλμοί σου ὡς λίμναι ἐν Εσεβων ἐν πύλαις θυγατρὸς πολλω̃ν μυκτήρ σου ὡς πύργος του̃ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκου̃ |
6 κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος καὶ πλόκιον κεφαλη̃ς σου ὡς πορφύρα βασιλεὺς δεδεμένος ἐν παραδρομαι̃ς |
7 τί ὡραιώθης καὶ τί ἡδύνθης ἀγάπη ἐν τρυφαι̃ς σου |
8 του̃το μέγεθός σου ὡμοιώθη τω̨̃ φοίνικι καὶ οἱ μαστοί σου τοι̃ς βότρυσιν |
9 εἰ̃πα ἀναβήσομαι ἐν τω̨̃ φοίνικι κρατήσω τω̃ν ὕψεων αὐτου̃ καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τη̃ς ἀμπέλου καὶ ὀσμὴ ῥινός σου ὡς μη̃λα |
10 καὶ λάρυγξ σου ὡς οἰ̃νος ὁ ἀγαθὸς πορευόμενος τω̨̃ ἀδελφιδω̨̃ μου εἰς εὐθύθητα ἱκανούμενος χείλεσίν μου καὶ ὀδου̃σιν |
11 ἐγὼ τω̨̃ ἀδελφιδω̨̃ μου καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτου̃ |
12 ἐλθέ ἀδελφιδέ μου ἐξέλθωμεν εἰς ἀγρόν αὐλισθω̃μεν ἐν κώμαις |
13 ὀρθρίσωμεν εἰς ἀμπελω̃νας ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος ἤνθησεν ὁ κυπρισμός ἤνθησαν αἱ ῥόαι ἐκει̃ δώσω τοὺς μαστούς μου σοί |
14 οἱ μανδραγόραι ἔδωκαν ὀσμήν καὶ ἐπὶ θύραις ἡμω̃ν πάντα ἀκρόδρυα νέα πρὸς παλαιά ἀδελφιδέ μου ἐτήρησά σοι |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.