Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 11

1 εὐόδωσεν τὰ ἔργα αὐτω̃ν ἐν χειρὶ προφήτου ἁγίου
2 διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς
3 ἀντέστησαν πολεμίοις καὶ ἐχθροὺς ἠμύναντο
4 ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε καὶ ἐδόθη αὐτοι̃ς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληρου̃
5 δι' ὡ̃ν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτω̃ν διὰ τούτων αὐτοὶ ἀπορου̃ντες εὐεργετήθησαν
6 ἀντὶ μὲν πηγη̃ς ἀενάου ποταμου̃ αἵματι λυθρώδει ταραχθέντος
7 εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος ἔδωκας αὐτοι̃ς δαψιλὲς ὕδωρ ἀνελπίστως
8 δείξας διὰ του̃ τότε δίψους πω̃ς τοὺς ὑπεναντίους ἐκόλασας
9 ὅτε γὰρ ἐπειράσθησαν καίπερ ἐν ἐλέει παιδευόμενοι ἔγνωσαν πω̃ς μετ' ὀργη̃ς κρινόμενοι ἀσεβει̃ς ἐβασανίζοντο
10 τούτους μὲν γὰρ ὡς πατὴρ νουθετω̃ν ἐδοκίμασας ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας
11 καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο
12 διπλη̃ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημω̃ν τω̃ν παρελθόντων
13 ὅτε γὰρ ἤκουσαν διὰ τω̃ν ἰδίων κολάσεων εὐεργετημένους αὐτούς ἤ̨σθοντο του̃ κυρίου
14 ὃν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπει̃πον χλευάζοντες ἐπὶ τέλει τω̃ν ἐκβάσεων ἐθαύμασαν οὐχ ὅμοια δικαίοις διψήσαντες
15 ἀντὶ δὲ λογισμω̃ν ἀσυνέτων ἀδικίας αὐτω̃ν ἐν οἱ̃ς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα εὐτελη̃ ἐπαπέστειλας αὐτοι̃ς πλη̃θος ἀλόγων ζώ̨ων εἰς ἐκδίκησιν
16 ἵνα γνω̃σιν ὅτι δι' ὡ̃ν τις ἁμαρτάνει διὰ τούτων κολάζεται
17 οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης ἐπιπέμψαι αὐτοι̃ς πλη̃θος ἄρκων ἢ θρασει̃ς λέοντας
18 ἢ νεοκτίστους θυμου̃ πλήρεις θη̃ρας ἀγνώστους ἤτοι πυρπνόον φυσω̃ντας ἄσθμα ἢ βρόμον λικμωμένους καπνου̃ ἢ δεινοὺς ἀπ' ὀμμάτων σπινθη̃ρας ἀστράπτοντας
19 ὡ̃ν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρι̃ψαι αὐτούς ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι
20 καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσει̃ν ἐδύναντο ὑπὸ τη̃ς δίκης διωχθέντες καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου ἀλλὰ πάντα μέτρω̨ καὶ ἀριθμω̨̃ καὶ σταθμω̨̃ διέταξας
21 τὸ γὰρ μεγάλως ἰσχύειν σοι πάρεστιν πάντοτε καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται
22 ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθου̃σα ἐπὶ γη̃ν
23 ἐλεει̃ς δὲ πάντας ὅτι πάντα δύνασαι καὶ παρορα̨̃ς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν
24 ἀγαπα̨̃ς γὰρ τὰ ὄντα πάντα καὶ οὐδὲν βδελύσση̨ ὡ̃ν ἐποίησας οὐδὲ γὰρ ἂν μισω̃ν τι κατεσκεύασας
25 πω̃ς δὲ διέμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ μὴ κληθὲν ὑπὸ σου̃ διετηρήθη
26 φείδη̨ δὲ πάντων ὅτι σά ἐστιν δέσποτα φιλόψυχε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.