ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ,
κεφαλίς 9
1 θεὲ πατέρων καὶ κύριε του̃ ἐλέους ὁ ποιήσας τὰ πάντα ἐν λόγω̨ σου |
2 καὶ τη̨̃ σοφία̨ σου κατασκευάσας ἄνθρωπον ἵνα δεσπόζη̨ τω̃ν ὑπὸ σου̃ γενομένων κτισμάτων |
3 καὶ διέπη̨ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνη̨ καὶ ἐν εὐθύτητι ψυχη̃ς κρίσιν κρίνη̨ |
4 δός μοι τὴν τω̃ν σω̃ν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάση̨ς ἐκ παίδων σου |
5 ὅτι ἐγὼ δου̃λος σὸς καὶ υἱὸς τη̃ς παιδίσκης σου ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος καὶ ἐλάσσων ἐν συνέσει κρίσεως καὶ νόμων |
6 κἂν γάρ τις ἠ̨̃ τέλειος ἐν υἱοι̃ς ἀνθρώπων τη̃ς ἀπὸ σου̃ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται |
7 σύ με προείλω βασιλέα λαου̃ σου καὶ δικαστὴν υἱω̃ν σου καὶ θυγατέρων |
8 εἰ̃πας οἰκοδομη̃σαι ναὸν ἐν ὄρει ἁγίω̨ σου καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον μίμημα σκηνη̃ς ἁγίας ἣν προητοίμασας ἀπ' ἀρχη̃ς |
9 καὶ μετὰ σου̃ ἡ σοφία ἡ εἰδυι̃α τὰ ἔργα σου καὶ παρου̃σα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοι̃ς σου καὶ τί εὐθὲς ἐν ἐντολαι̃ς σου |
10 ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανω̃ν καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν ἵνα συμπαρου̃σά μοι κοπιάση̨ καὶ γνω̃ τί εὐάρεστόν ἐστιν παρὰ σοί |
11 οἰ̃δε γὰρ ἐκείνη πάντα καὶ συνίει καὶ ὁδηγήσει με ἐν ται̃ς πράξεσί μου σωφρόνως καὶ φυλάξει με ἐν τη̨̃ δόξη̨ αὐτη̃ς |
12 καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου καὶ διακρινω̃ τὸν λαόν σου δικαίως καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου |
13 τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεου̃ ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος |
14 λογισμοὶ γὰρ θνητω̃ν δειλοί καὶ ἐπισφαλει̃ς αἱ ἐπίνοιαι ἡμω̃ν |
15 φθαρτὸν γὰρ σω̃μα βαρύνει ψυχήν καὶ βρίθει τὸ γεω̃δες σκη̃νος νου̃ν πολυφρόντιδα |
16 καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γη̃ς καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου τὰ δὲ ἐν οὐρανοι̃ς τίς ἐξιχνίασεν |
17 βουλὴν δέ σου τίς ἔγνω εἰ μὴ σὺ ἔδωκας σοφίαν καὶ ἔπεμψας τὸ ἅγιόν σου πνευ̃μα ἀπὸ ὑψίστων |
18 καὶ οὕτως διωρθώθησαν αἱ τρίβοι τω̃ν ἐπὶ γη̃ς καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι καὶ τη̨̃ σοφία̨ ἐσώθησαν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.