1 ἐν τω̨̃ ὀγδόω̨ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν του̃ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων |
2 ὠργίσθη κύριος ἐπὶ τοὺς πατέρας ὑμω̃ν ὀργὴν μεγάλην |
3 καὶ ἐρει̃ς πρὸς αὐτούς τάδε λέγει κύριος παντοκράτωρ ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμα̃ς λέγει κύριος |
4 καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμω̃ν οἱ̃ς ἐνεκάλεσαν αὐτοι̃ς οἱ προφη̃ται οἱ ἔμπροσθεν λέγοντες τάδε λέγει κύριος παντοκράτωρ ἀποστρέψατε ἀπὸ τω̃ν ὁδω̃ν ὑμω̃ν τω̃ν πονηρω̃ν καὶ ἀπὸ τω̃ν ἐπιτηδευμάτων ὑμω̃ν τω̃ν πονηρω̃ν καὶ οὐ προσέσχον του̃ εἰσακου̃σαί μου λέγει κύριος |
5 οἱ πατέρες ὑμω̃ν που̃ εἰσιν καὶ οἱ προφη̃ται μὴ τὸν αἰω̃να ζήσονται |
6 πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοι̃ς δούλοις μου τοι̃ς προφήταις οἳ κατελάβοσαν τοὺς πατέρας ὑμω̃ν καὶ ἀπεκρίθησαν καὶ εἰ̃παν καθὼς παρατέτακται κύριος παντοκράτωρ του̃ ποιη̃σαι κατὰ τὰς ὁδοὺς ὑμω̃ν καὶ κατὰ τὰ ἐπιτηδεύματα ὑμω̃ν οὕτως ἐποίησεν ὑμι̃ν |
7 τη̨̃ τετράδι καὶ εἰκάδι τω̨̃ ἑνδεκάτω̨ μηνί οὑ̃τός ἐστιν ὁ μὴν Σαβατ ἐν τω̨̃ δευτέρω̨ ἔτει ἐπὶ Δαρείου ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν τὸν του̃ Βαραχιου υἱὸν Αδδω τὸν προφήτην λέγων |
8 ἑώρακα τὴν νύκτα καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυρρόν καὶ οὑ̃τος εἱστήκει ἀνὰ μέσον τω̃ν δύο ὀρέων τω̃ν κατασκίων καὶ ὀπίσω αὐτου̃ ἵπποι πυρροὶ καὶ ψαροὶ καὶ ποικίλοι καὶ λευκοί |
9 καὶ εἰ̃πα τί οὑ̃τοι κύριε καὶ εἰ̃πεν πρός με ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοί ἐγὼ δείξω σοι τί ἐστιν ταυ̃τα |
10 καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ ἐφεστηκὼς ἀνὰ μέσον τω̃ν ὀρέων καὶ εἰ̃πεν πρός με οὑ̃τοί εἰσιν οὓς ἐξαπέσταλκεν κύριος του̃ περιοδευ̃σαι τὴν γη̃ν |
11 καὶ ἀπεκρίθησαν τω̨̃ ἀγγέλω̨ κυρίου τω̨̃ ἐφεστω̃τι ἀνὰ μέσον τω̃ν ὀρέων καὶ εἰ̃πον περιωδεύκαμεν πα̃σαν τὴν γη̃ν καὶ ἰδοὺ πα̃σα ἡ γη̃ κατοικει̃ται καὶ ἡσυχάζει |
12 καὶ ἀπεκρίθη ὁ ἄγγελος κυρίου καὶ εἰ̃πεν κύριε παντοκράτωρ ἕως τίνος οὐ μὴ ἐλεήση̨ς τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα ἃς ὑπερει̃δες του̃το ἑβδομηκοστὸν ἔτος |
13 καὶ ἀπεκρίθη κύριος παντοκράτωρ τω̨̃ ἀγγέλω̨ τω̨̃ λαλου̃ντι ἐν ἐμοὶ ῥήματα καλὰ καὶ λόγους παρακλητικούς |
14 καὶ εἰ̃πεν πρός με ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἐζήλωκα τὴν Ιερουσαλημ καὶ τὴν Σιων ζη̃λον μέγαν |
15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα ἀνθ' ὡ̃ν ἐγὼ μὲν ὠργίσθην ὀλίγα αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά |
16 διὰ του̃το τάδε λέγει κύριος ἐπιστρέψω ἐπὶ Ιερουσαλημ ἐν οἰκτιρμω̨̃ καὶ ὁ οἰ̃κός μου ἀνοικοδομηθήσεται ἐν αὐτη̨̃ λέγει κύριος παντοκράτωρ καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ιερουσαλημ ἔτι |
17 καὶ εἰ̃πεν πρός με ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοί ἀνάκραγε λέγων τάδε λέγει κύριος παντοκράτωρ ἔτι διαχυθήσονται πόλεις ἐν ἀγαθοι̃ς καὶ ἐλεήσει κύριος ἔτι τὴν Σιων καὶ αἱρετιει̃ ἔτι τὴν Ιερουσαλημ |
18 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ τέσσαρα κέρατα |
19 καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί τί ἐστιν ταυ̃τα κύριε καὶ εἰ̃πεν πρός με ταυ̃τα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ |
20 καὶ ἔδειξέν μοι κύριος τέσσαρας τέκτονας |
21 καὶ εἰ̃πα τί οὑ̃τοι ἔρχονται ποιη̃σαι καὶ εἰ̃πεν πρός με ταυ̃τα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ιουδαν καὶ τὸν Ισραηλ κατέαξαν καὶ οὐδεὶς αὐτω̃ν ἠ̃ρεν κεφαλήν καὶ εἰση̃λθον οὑ̃τοι του̃ ὀξυ̃ναι αὐτὰ εἰς χει̃ρας αὐτω̃ν τὰ τέσσαρα κέρατα τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γη̃ν κυρίου του̃ διασκορπίσαι αὐτήν |