ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 14,
στἰχοι 16-21
16 καὶ ἔσται ὅσοι ἐὰν καταλειφθω̃σιν ἐκ πάντων τω̃ν ἐθνω̃ν τω̃ν ἐλθόντων ἐπὶ Ιερουσαλημ καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν του̃ προσκυνη̃σαι τω̨̃ βασιλει̃ κυρίω̨ παντοκράτορι καὶ του̃ ἑορτάζειν τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας |
17 καὶ ἔσται ὅσοι ἐὰν μὴ ἀναβω̃σιν ἐκ πασω̃ν τω̃ν φυλω̃ν τη̃ς γη̃ς εἰς Ιερουσαλημ του̃ προσκυνη̃σαι τω̨̃ βασιλει̃ κυρίω̨ παντοκράτορι καὶ οὑ̃τοι ἐκείνοις προστεθήσονται |
18 ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβη̨̃ μηδὲ ἔλθη̨ ἐκει̃ καὶ ἐπὶ τούτοις ἔσται ἡ πτω̃σις ἣν πατάξει κύριος πάντα τὰ ἔθνη ὅσα ἐὰν μὴ ἀναβη̨̃ του̃ ἑορτάσαι τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας |
19 αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου καὶ ἡ ἁμαρτία πάντων τω̃ν ἐθνω̃ν ὅσα ἂν μὴ ἀναβη̨̃ του̃ ἑορτάσαι τὴν ἑορτὴν τη̃ς σκηνοπηγίας |
20 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν του̃ ἵππου ἅγιον τω̨̃ κυρίω̨ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες οἱ ἐν τω̨̃ οἴκω̨ κυρίου ὡς φιάλαι πρὸ προσώπου του̃ θυσιαστηρίου |
21 καὶ ἔσται πα̃ς λέβης ἐν Ιερουσαλημ καὶ ἐν τω̨̃ Ιουδα ἅγιον τω̨̃ κυρίω̨ παντοκράτορι καὶ ἥξουσιν πάντες οἱ θυσιάζοντες καὶ λήμψονται ἐξ αὐτω̃ν καὶ ἑψήσουσιν ἐν αὐτοι̃ς καὶ οὐκ ἔσται Χαναναι̃ος οὐκέτι ἐν τω̨̃ οἴκω̨ κυρίου παντοκράτορος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.