Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 5

1 καὶ ἐπέστρεψα καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ δρέπανον πετόμενον
2 καὶ εἰ̃πεν πρός με τί σὺ βλέπεις καὶ εἰ̃πα ἐγὼ ὁρω̃ δρέπανον πετόμενον μη̃κος πήχεων εἴκοσι καὶ πλάτος πήχεων δέκα
3 καὶ εἰ̃πεν πρός με αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς διότι πα̃ς ὁ κλέπτης ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται καὶ πα̃ς ὁ ἐπίορκος ἐκ τούτου ἕως θανάτου ἐκδικηθήσεται
4 καὶ ἐξοίσω αὐτό λέγει κύριος παντοκράτωρ καὶ εἰσελεύσεται εἰς τὸν οἰ̃κον του̃ κλέπτου καὶ εἰς τὸν οἰ̃κον του̃ ὀμνύοντος τω̨̃ ὀνόματί μου ἐπὶ ψεύδει καὶ καταλύσει ἐν μέσω̨ του̃ οἴκου αὐτου̃ καὶ συντελέσει αὐτὸν καὶ τὰ ξύλα αὐτου̃ καὶ τοὺς λίθους αὐτου̃
5 καὶ ἐξη̃λθεν ὁ ἄγγελος ὁ λαλω̃ν ἐν ἐμοὶ καὶ εἰ̃πεν πρός με ἀνάβλεψον τοι̃ς ὀφθαλμοι̃ς σου καὶ ἰδὲ τί τὸ ἐκπορευόμενον του̃το
6 καὶ εἰ̃πα τί ἐστιν καὶ εἰ̃πεν του̃το τὸ μέτρον τὸ ἐκπορευόμενον καὶ εἰ̃πεν αὕτη ἡ ἀδικία αὐτω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃
7 καὶ ἰδοὺ τάλαντον μολίβου ἐξαιρόμενον καὶ ἰδοὺ μία γυνὴ ἐκάθητο ἐν μέσω̨ του̃ μέτρου
8 καὶ εἰ̃πεν αὕτη ἐστὶν ἡ ἀνομία καὶ ἔρριψεν αὐτὴν ἐν μέσω̨ του̃ μέτρου καὶ ἔρριψεν τὸν λίθον του̃ μολίβου εἰς τὸ στόμα αὐτη̃ς
9 καὶ ἠ̃ρα τοὺς ὀφθαλμούς μου καὶ εἰ̃δον καὶ ἰδοὺ δύο γυναι̃κες ἐκπορευόμεναι καὶ πνευ̃μα ἐν ται̃ς πτέρυξιν αὐτω̃ν καὶ αὑ̃ται εἰ̃χον πτέρυγας ὡς πτέρυγας ἔποπος καὶ ἀνέλαβον τὸ μέτρον ἀνὰ μέσον τη̃ς γη̃ς καὶ ἀνὰ μέσον του̃ οὐρανου̃
10 καὶ εἰ̃πα πρὸς τὸν ἄγγελον τὸν λαλου̃ντα ἐν ἐμοί που̃ αὑ̃ται ἀποφέρουσιν τὸ μέτρον
11 καὶ εἰ̃πεν πρός με οἰκοδομη̃σαι αὐτω̨̃ οἰκίαν ἐν γη̨̃ Βαβυλω̃νος καὶ ἑτοιμάσαι καὶ θήσουσιν αὐτὸ ἐκει̃ ἐπὶ τὴν ἑτοιμασίαν αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.