ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 6,
στἰχοι 9-15
9 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
10 λαβὲ τὰ ἐκ τη̃ς αἰχμαλωσίας παρὰ τω̃ν ἀρχόντων καὶ παρὰ τω̃ν χρησίμων αὐτη̃ς καὶ παρὰ τω̃ν ἐπεγνωκότων αὐτὴν καὶ εἰσελεύση̨ σὺ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εἰς τὸν οἰ̃κον Ιωσιου του̃ Σοφονιου του̃ ἥκοντος ἐκ Βαβυλω̃νος |
11 καὶ λήψη̨ ἀργύριον καὶ χρυσίον καὶ ποιήσεις στεφάνους καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν 'Ιησου̃ του̃ Ιωσεδεκ του̃ ἱερέως του̃ μεγάλου |
12 καὶ ἐρει̃ς πρὸς αὐτόν τάδε λέγει κύριος παντοκράτωρ ἰδοὺ ἀνήρ 'Ανατολὴ ὄνομα αὐτω̨̃ καὶ ὑποκάτωθεν αὐτου̃ ἀνατελει̃ καὶ οἰκοδομήσει τὸν οἰ̃κον κυρίου |
13 καὶ αὐτὸς λήμψεται ἀρετὴν καὶ καθίεται καὶ κατάρξει ἐπὶ του̃ θρόνου αὐτου̃ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιω̃ν αὐτου̃ καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀνὰ μέσον ἀμφοτέρων |
14 ὁ δὲ στέφανος ἔσται τοι̃ς ὑπομένουσιν καὶ τοι̃ς χρησίμοις αὐτη̃ς καὶ τοι̃ς ἐπεγνωκόσιν αὐτὴν καὶ εἰς χάριτα υἱου̃ Σοφονιου καὶ εἰς ψαλμὸν ἐν οἴκω̨ κυρίου |
15 καὶ οἱ μακρὰν ἀπ' αὐτω̃ν ἥξουσιν καὶ οἰκοδομήσουσιν ἐν τω̨̃ οἴκω̨ κυρίου καὶ γνώσεσθε διότι κύριος παντοκράτωρ ἀπέσταλκέν με πρὸς ὑμα̃ς καὶ ἔσται ἐὰν εἰσακούοντες εἰσακούσητε τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ ὑμω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.