Bible-Center

Catholic lectionary for 7 October 2004

Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 1,  στἰχοι 12-14

12 τότε ὑπέστρεψαν εἰς ’Ιερουσαλὴμ ἀπò ὄρους του̃ καλουμένου ἐλαιω̃νος ὅ ἐστιν ἐγγὺς ’Ιερουσαλὴμ σαββάτου ἔχον ὁδόν
13 καὶ ὅτε εἰση̃λθον εἰς τò ὑπερω̨̃ον ἀνέβησαν οὑ̃ ἠ̃σαν καταμένοντες ὅ τε Πέτρος καὶ ’Ιωάννης καὶ ’Ιάκωβος καὶ ’Ανδρέας Φίλιππος καὶ Θωμα̃ς Βαρθολομαι̃ος καὶ Μαθθαι̃ος ’Ιάκωβος ‘Αλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ ’Ιούδας ’Ιακώβου
14 οὑ̃τοι πάντες ἠ̃σαν προσκαρτερου̃ντες ὁμοθυμαδòν τη̨̃ προσευχη̨̃ σὺν γυναιξὶν καὶ Μαριὰμ τη̨̃ μητρὶ του̃ ’Ιησου̃ καὶ τοι̃ς ἀδελφοι̃ς αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 1,  στἰχοι 26-38, 46-55

26 ἐν δὲ τω̨̃ μηνὶ τω̨̃ ἕκτω̨ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπò του̃ θεου̃ εἰς πόλιν τη̃ς Γαλιλαίας ἡ̨̃ ὄνομα Ναζαρὲθ
27 πρòς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὡ̨̃ ὄνομα ’Ιωσὴφ ἐξ οἴκου Δαυίδ καὶ τò ὄνομα τη̃ς παρθένου Μαριάμ
28 καὶ εἰσελθὼν πρòς αὐτὴν εἰ̃πεν χαι̃ρε κεχαριτωμένη ὁ κύριος μετὰ σου̃
29 ἡ δὲ ἐπὶ τω̨̃ λόγω̨ διεταράχθη καὶ διελογίζετο ποταπòς εἴη ὁ ἀσπασμòς οὑ̃τος
30 καὶ εἰ̃πεν ὁ ἄγγελος αὐτη̨̃ μὴ φοβου̃ Μαριάμ εὑ̃ρες γὰρ χάριν παρὰ τω̨̃ θεω̨̃
31 καὶ ἰδοὺ συλλήμψη̨ ἐν γαστρὶ καὶ τέξη̨ υἱόν καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιησου̃ν
32 οὑ̃τος ἔσται μέγας καὶ υἱòς ὑψίστου κληθήσεται καὶ δώσει αὐτω̨̃ κύριος ὁ θεòς τòν θρόνον Δαυὶδ του̃ πατρòς αὐτου̃
33 καὶ βασιλεύσει ἐπὶ τòν οἰ̃κον ’Ιακὼβ εἰς τοὺς αἰω̃νας καὶ τη̃ς βασιλείας αὐτου̃ οὐκ ἔσται τέλος
34 εἰ̃πεν δὲ Μαριὰμ πρòς τòν ἄγγελον πω̃ς ἔσται του̃το ἐπεὶ ἄνδρα οὐ γινώσκω
35 καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἰ̃πεν αὐτη̨̃ πνευ̃μα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι διò καὶ τò γεννώμενον ἅγιον κληθήσεται υἱòς θεου̃
36 καὶ ἰδοὺ ’Ελισάβετ ἡ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱòν ἐν γήρει αὐτη̃ς καὶ οὑ̃τος μὴν ἕκτος ἐστὶν αὐτη̨̃ τη̨̃ καλουμένη̨ στείρα̨
37 ὅτι οὐκ ἀδυνατήσει παρὰ του̃ θεου̃ πα̃ν ῥη̃μα
38 εἰ̃πεν δὲ Μαριάμ ἰδοὺ ἡ δούλη κυρίου γένοιτό μοι κατὰ τò ῥη̃μά σου καὶ ἀπη̃λθεν ἀπ' αὐτη̃ς ὁ ἄγγελος
...
46 καὶ εἰ̃πεν Μαριάμ
47 μεγαλύνει ἡ ψυχή μου τòν κύριον καὶ ἠγαλλίασεν τò πνευ̃μά μου ἐπὶ τω̨̃ θεω̨̃ τω̨̃ σωτη̃ρί μου
48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης αὐτου̃ ἰδοὺ γὰρ ἀπò του̃ νυ̃ν μακαριου̃σίν με πα̃σαι αἱ γενεαί
49 ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τò ὄνομα αὐτου̃
50 καὶ τò ἔλεος αὐτου̃ εἰς γενεὰς καὶ γενεὰς τοι̃ς φοβουμένοις αὐτόν
51 ἐποίησεν κράτος ἐν βραχίονι αὐτου̃ διεσκόρπισεν ὑπερηφάνους διανοία̨ καρδίας αὐτω̃ν
52 καθει̃λεν δυνάστας ἀπò θρόνων καὶ ὕψωσεν ταπεινούς
53 πεινω̃ντας ἐνέπλησεν ἀγαθω̃ν καὶ πλουτου̃ντας ἐξαπέστειλεν κενούς
54 ἀντελάβετο ’Ισραὴλ παιδòς αὐτου̃ μνησθη̃ναι ἐλέους
55 καθὼς ἐλάλησεν πρòς τοὺς πατέρας ἡμω̃ν τω̨̃ ’Αβραὰμ καὶ τω̨̃ σπέρματι αὐτου̃ εἰς τòν αἰω̃να
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.