Bible-Center

Three-year Bible reading plan for 21 April 2007

Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 40

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
ἐν ἡμέρα̨ μια̨̃ του̃ μηνὸς του̃ πρώτου νουμηνία̨ στήσεις τὴν σκηνὴν του̃ μαρτυρίου
καὶ θήσεις τὴν κιβωτὸν του̃ μαρτυρίου καὶ σκεπάσεις τὴν κιβωτὸν τω̨̃ καταπετάσματι
καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτη̃ς καὶ εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτη̃ς
καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσου̃ν εἰς τὸ θυμια̃ν ἐναντίον τη̃ς κιβωτου̃ καὶ ἐπιθήσεις κάλυμμα καταπετάσματος ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
καὶ τὸ θυσιαστήριον τω̃ν καρπωμάτων θήσεις παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
...
καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτη̃ς ἁγιάσεις κύκλω̨
καὶ λήμψη̨ τὸ ἔλαιον του̃ χρίσματος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτη̨̃ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ ἔσται ἁγία
10 καὶ χρίσεις τὸ θυσιαστήριον τω̃ν καρπωμάτων καὶ πάντα αὐτου̃ τὰ σκεύη καὶ ἁγιάσεις τὸ θυσιαστήριον καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τω̃ν ἁγίων
11 ...
12 καὶ προσάξεις Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι
13 καὶ ἐνδύσεις Ααρων τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν καὶ ἱερατεύσει μοι
14 καὶ τοὺς υἱοὺς αὐτου̃ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτω̃νας
15 καὶ ἀλείψεις αὐτούς ὃν τρόπον ἤλειψας τὸν πατέρα αὐτω̃ν καὶ ἱερατεύσουσίν μοι καὶ ἔσται ὥστε εἰ̃ναι αὐτοι̃ς χρι̃σμα ἱερατείας εἰς τὸν αἰω̃να εἰς τὰς γενεὰς αὐτω̃ν
16 καὶ ἐποίησεν Μωυση̃ς πάντα ὅσα ἐνετείλατο αὐτω̨̃ κύριος οὕτως ἐποίησεν
17 καὶ ἐγένετο ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ τω̨̃ δευτέρω̨ ἔτει ἐκπορευομένων αὐτω̃ν ἐξ Αἰγύπτου νουμηνία̨ ἐστάθη ἡ σκηνή
18 καὶ ἔστησεν Μωυση̃ς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ διενέβαλεν τοὺς μοχλοὺς καὶ ἔστησεν τοὺς στύλους
19 καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα τη̃ς σκηνη̃ς ἐπ' αὐτη̃ς ἄνωθεν καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
20 καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκεν τοὺς διωστη̃ρας ὑπὸ τὴν κιβωτὸν
21 καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυμμα του̃ καταπετάσματος καὶ ἐσκέπασεν τὴν κιβωτὸν του̃ μαρτυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
22 καὶ ἔθηκεν τὴν τράπεζαν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ἐπὶ τὸ κλίτος τη̃ς σκηνη̃ς του̃ μαρτυρίου τὸ πρὸς βορρα̃ν ἔξωθεν του̃ καταπετάσματος τη̃ς σκηνη̃ς
23 καὶ προέθηκεν ἐπ' αὐτη̃ς ἄρτους τη̃ς προθέσεως ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
24 καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου εἰς τὸ κλίτος τη̃ς σκηνη̃ς τὸ πρὸς νότον
25 καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτη̃ς ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
26 καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσου̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἀπέναντι του̃ καταπετάσματος
27 καὶ ἐθυμίασεν ἐπ' αὐτου̃ τὸ θυμίαμα τη̃ς συνθέσεως καθάπερ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
28 ...
29 καὶ τὸ θυσιαστήριον τω̃ν καρπωμάτων ἔθηκεν παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς
30 ...
31 ...
32 ...
33 καὶ ἔστησεν τὴν αὐλὴν κύκλω̨ τη̃ς σκηνη̃ς καὶ του̃ θυσιαστηρίου καὶ συνετέλεσεν Μωυση̃ς πάντα τὰ ἔργα
34 καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν του̃ μαρτυρίου καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή
35 καὶ οὐκ ἠδυνάσθη Μωυση̃ς εἰσελθει̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου ὅτι ἐπεσκίαζεν ἐπ' αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή
36 ἡνίκα δ' ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τη̃ς σκηνη̃ς ἀνεζεύγνυσαν οἱ υἱοὶ Ισραηλ σὺν τη̨̃ ἀπαρτία̨ αὐτω̃ν
37 εἰ δὲ μὴ ἀνέβη ἡ νεφέλη οὐκ ἀνεζεύγνυσαν ἕως τη̃ς ἡμέρας ἡ̃ς ἀνέβη ἡ νεφέλη
38 νεφέλη γὰρ ἠ̃ν ἐπὶ τη̃ς σκηνη̃ς ἡμέρας καὶ πυ̃ρ ἠ̃ν ἐπ' αὐτη̃ς νυκτὸς ἐναντίον παντὸς Ισραηλ ἐν πάσαις ται̃ς ἀναζυγαι̃ς αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.
Topics:

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.