Bible-Center

Orthodox readings for 2 March 2019

Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 10,  στἰχοι 23-28

23 πάντα ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ' οὐ πάντα οἰκοδομει̃
24 μηδεὶς τò ἑαυτου̃ ζητείτω ἀλλὰ τò του̃ ἑτέρου
25 πα̃ν τò ἐν μακέλλω̨ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
26 του̃ κυρίου γὰρ ἡ γη̃ καὶ τò πλήρωμα αὐτη̃ς
27 εἴ τις καλει̃ ὑμα̃ς τω̃ν ἀπίστων καὶ θέλετε πορεύεσθαι πα̃ν τò παρατιθέμενον ὑμι̃ν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
28 ἐὰν δέ τις ὑμι̃ν εἴπη̨ του̃το ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι' ἐκει̃νον τòν μηνύσαντα καὶ τὴν συνείδησιν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

ΚΑΤΑ ΛΟΥΚΑΝ, κεφαλίς 21,  στἰχοι 8-9, 25-27, 33-36

ὁ δὲ εἰ̃πεν βλέπετε μὴ πλανηθη̃τε πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τω̨̃ ὀνόματί μου λέγοντες ἐγώ εἰμι καί ὁ καιρòς ἤγγικεν μὴ πορευθη̃τε ὀπίσω αὐτω̃ν
ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας μὴ πτοηθη̃τε δει̃ γὰρ ταυ̃τα γενέσθαι πρω̃τον ἀλλ' οὐκ εὐθέως τò τέλος
...
25 καὶ ἔσονται σημει̃α ἐν ἡλίω̨ καὶ σελήνη̨ καὶ ἄστροις καὶ ἐπὶ τη̃ς γη̃ς συνοχὴ ἐθνω̃ν ἐν ἀπορία̨ ἤχους θαλάσσης καὶ σάλου
26 ἀποψυχόντων ἀνθρώπων ἀπò φόβου καὶ προσδοκίας τω̃ν ἐπερχομένων τη̨̃ οἰκουμένη̨ αἱ γὰρ δυνάμεις τω̃ν οὐρανω̃ν σαλευθήσονται
27 καὶ τότε ὄψονται τòν υἱòν του̃ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλη̨ μετὰ δυνάμεως καὶ δόξης πολλη̃ς
...
33 ὁ οὐρανòς καὶ ἡ γη̃ παρελεύσονται οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται
34 προσέχετε δὲ ἑαυτοι̃ς μήποτε βαρηθω̃σιν ὑμω̃ν αἱ καρδίαι ἐν κραιπάλη̨ καὶ μέθη̨ καὶ μερίμναις βιωτικαι̃ς καὶ ἐπιστη̨̃ ἐφ' ὑμα̃ς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη
35 ὡς παγὶς ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τη̃ς γη̃ς
36 ἀγρυπνει̃τε δὲ ἐν παντὶ καιρω̨̃ δεόμενοι ἵνα κατισχύσητε ἐκφυγει̃ν ταυ̃τα πάντα τὰ μέλλοντα γίνεσθαι καὶ σταθη̃ναι ἔμπροσθεν του̃ υἱου̃ του̃ ἀνθρώπου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.