1 οὐ θέλω γὰρ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι οἱ πατέρες ἡμω̃ν πάντες ὑπò τὴν νεφέλην ἠ̃σαν καὶ πάντες διὰ τη̃ς θαλάσσης διη̃λθον |
2 καὶ πάντες εἰς τòν Μωϋση̃ν ἐβαπτίσθησαν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐν τη̨̃ θαλάσση̨ |
3 καὶ πάντες τò αὐτò πνευματικòν βρω̃μα ἔφαγον |
4 καὶ πάντες τò αὐτò πνευματικòν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικη̃ς ἀκολουθούσης πέτρας ἡ πέτρα δὲ ἠ̃ν ὁ Χριστός |
5 ἀλλ' οὐκ ἐν τοι̃ς πλείοσιν αὐτω̃ν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τη̨̃ ἐρήμω̨ |
6 ταυ̃τα δὲ τύποι ἡμω̃ν ἐγενήθησαν εἰς τò μὴ εἰ̃ναι ἡμα̃ς ἐπιθυμητὰς κακω̃ν καθὼς κἀκει̃νοι ἐπεθύμησαν |
7 μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτω̃ν ὥσπερ γέγραπται ἐκάθισεν ὁ λαòς φαγει̃ν καὶ πει̃ν καὶ ἀνέστησαν παίζειν |
8 μηδὲ πορνεύωμεν καθώς τινες αὐτω̃ν ἐπόρνευσαν καὶ ἔπεσαν μια̨̃ ἡμέρα̨ εἴκοσι τρει̃ς χιλιάδες |
9 μηδὲ ἐκπειράζωμεν τòν Χριστόν καθώς τινες αὐτω̃ν ἐπείρασαν καὶ ὑπò τω̃ν ὄφεων ἀπώλλυντο |
10 μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτω̃ν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπò του̃ ὀλοθρευτου̃ |
11 ταυ̃τα δὲ τυπικω̃ς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρòς νουθεσίαν ἡμω̃ν εἰς οὓς τὰ τέλη τω̃ν αἰώνων κατήντηκεν |
12 ὥστε ὁ δοκω̃ν ἑστάναι βλεπέτω μὴ πέση̨ |
13 πειρασμòς ὑμα̃ς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστòς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμα̃ς πειρασθη̃ναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τω̨̃ πειρασμω̨̃ καὶ τὴν ἔκβασιν του̃ δύνασθαι ὑπενεγκει̃ν |
14 διόπερ ἀγαπητοί μου φεύγετε ἀπò τη̃ς εἰδωλολατρίας |
15 ὡς φρονίμοις λέγω κρίνατε ὑμει̃ς ὅ φημι |
16 τò ποτήριον τη̃ς εὐλογίας ὃ εὐλογου̃μεν οὐχὶ κοινωνία ἐστὶν του̃ αἵματος του̃ Χριστου̃ τòν ἄρτον ὃν κλω̃μεν οὐχὶ κοινωνία του̃ σώματος του̃ Χριστου̃ ἐστιν |
17 ὅτι εἱ̃ς ἄρτος ἓν σω̃μα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ του̃ ἑνòς ἄρτου μετέχομεν |
18 βλέπετε τòν ’Ισραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ του̃ θυσιαστηρίου εἰσίν |
19 τί οὐ̃ν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν |
20 ἀλλ' ὅτι ἃ θύουσιν δαιμονίοις καὶ οὐ θεω̨̃ θύουσιν οὐ θέλω δὲ ὑμα̃ς κοινωνοὺς τω̃ν δαιμονίων γίνεσθαι |
21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων |
22 ἢ παραζηλου̃μεν τòν κύριον μὴ ἰσχυρότεροι αὐτου̃ ἐσμεν |
23 πάντα ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ' οὐ πάντα οἰκοδομει̃ |
24 μηδεὶς τò ἑαυτου̃ ζητείτω ἀλλὰ τò του̃ ἑτέρου |
25 πα̃ν τò ἐν μακέλλω̨ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν |
26 του̃ κυρίου γὰρ ἡ γη̃ καὶ τò πλήρωμα αὐτη̃ς |
27 εἴ τις καλει̃ ὑμα̃ς τω̃ν ἀπίστων καὶ θέλετε πορεύεσθαι πα̃ν τò παρατιθέμενον ὑμι̃ν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν |
28 ἐὰν δέ τις ὑμι̃ν εἴπη̨ του̃το ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι' ἐκει̃νον τòν μηνύσαντα καὶ τὴν συνείδησιν |
29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτου̃ ἀλλὰ τὴν του̃ ἑτέρου ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπò ἄλλης συνειδήσεως |
30 εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημου̃μαι ὑπὲρ οὑ̃ ἐγὼ εὐχαριστω̃ |
31 εἴτε οὐ̃ν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιει̃τε πάντα εἰς δόξαν θεου̃ ποιει̃τε |
32 ἀπρόσκοποι καὶ ’Ιουδαίοις γίνεσθε καὶ ‘Έλλησιν καὶ τη̨̃ ἐκκλησία̨ του̃ θεου̃ |
33 καθὼς κἀγὼ πάντα πα̃σιν ἀρέσκω μὴ ζητω̃ν τò ἐμαυτου̃ σύμφορον ἀλλὰ τò τω̃ν πολλω̃ν ἵνα σωθω̃σιν |