Bible-Center

Catholic lectionary for 28 April 2020

Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 7,  στἰχοι 51-60

51 σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοι̃ς ὠσίν ὑμει̃ς ἀεὶ τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμω̃ν καὶ ὑμει̃ς
52 τίνα τω̃ν προφητω̃ν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμω̃ν καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τη̃ς ἐλεύσεως του̃ δικαίου οὑ̃ νυ̃ν ὑμει̃ς προδόται καὶ φονει̃ς ἐγένεσθε
53 οἵτινες ἐλάβετε τòν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε
54 ἀκούοντες δὲ ταυ̃τα διεπρίοντο ται̃ς καρδίαις αὐτω̃ν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν
55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τòν οὐρανòν εἰ̃δεν δόξαν θεου̃ καὶ ’Ιησου̃ν ἑστω̃τα ἐκ δεξιω̃ν του̃ θεου̃
56 καὶ εἰ̃πεν ἰδοὺ θεωρω̃ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τòν υἱòν του̃ ἀνθρώπου ἐκ δεξιω̃ν ἑστω̃τα του̃ θεου̃
57 κράξαντες δὲ φωνη̨̃ μεγάλη̨ συνέσχον τὰ ὠ̃τα αὐτω̃ν καὶ ὥρμησαν ὁμοθυμαδòν ἐπ' αὐτόν
58 καὶ ἐκβαλόντες ἔξω τη̃ς πόλεως ἐλιθοβόλουν καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτω̃ν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου
59 καὶ ἐλιθοβόλουν τòν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα κύριε ’Ιησου̃ δέξαι τò πνευ̃μά μου
60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνη̨̃ μεγάλη̨ κύριε μὴ στήση̨ς αὐτοι̃ς ταύτην τὴν ἁμαρτίαν καὶ του̃το εἰπὼν ἐκοιμήθη
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 8,  στἰχος 1

Σαυ̃λος δὲ ἠ̃ν συνευδοκω̃ν τη̨̃ ἀναιρέσει αὐτου̃ ἐγένετο δὲ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ διωγμòς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ‘Ιεροσολύμοις πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τη̃ς ’Ιουδαίας καὶ Σαμαρείας πλὴν τω̃ν ἀποστόλων
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 6,  στἰχοι 30-35

30 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί οὐ̃ν ποιει̃ς σὺ σημει̃ον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζη̨
31 οἱ πατέρες ἡμω̃ν τò μάννα ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ καθώς ἐστιν γεγραμμένον ἄρτον ἐκ του̃ οὐρανου̃ ἔδωκεν αὐτοι̃ς φαγει̃ν
32 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ τòν ἀληθινόν
33 ὁ γὰρ ἄρτος του̃ θεου̃ ἐστιν ὁ καταβαίνων ἐκ του̃ οὐρανου̃ καὶ ζωὴν διδοὺς τω̨̃ κόσμω̨
34 εἰ̃πον οὐ̃ν πρòς αὐτόν κύριε πάντοτε δòς ἡμι̃ν τòν ἄρτον του̃τον
35 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς ὁ ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάση̨ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.