Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΚΑΤΑ ΙΩΑΝΝΗΝ, κεφαλίς 6

μετὰ ταυ̃τα ἀπη̃λθεν ὁ ’Ιησου̃ς πέραν τη̃ς θαλάσσης τη̃ς Γαλιλαίας τη̃ς Τιβεριάδος
ἠκολούθει δὲ αὐτω̨̃ ὄχλος πολύς ὅτι ἐθεώρουν τὰ σημει̃α ἃ ἐποίει ἐπὶ τω̃ν ἀσθενούντων
ἀνη̃λθεν δὲ εἰς τò ὄρος ’Ιησου̃ς καὶ ἐκει̃ ἐκάθητο μετὰ τω̃ν μαθητω̃ν αὐτου̃
ἠ̃ν δὲ ἐγγὺς τò πάσχα ἡ ἑορτὴ τω̃ν ’Ιουδαίων
ἐπάρας οὐ̃ν τοὺς ὀφθαλμοὺς ὁ ’Ιησου̃ς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρòς αὐτòν λέγει πρòς Φίλιππον πόθεν ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὑ̃τοι
του̃το δὲ ἔλεγεν πειράζων αὐτόν αὐτòς γὰρ ἤ̨δει τί ἔμελλεν ποιει̃ν
ἀπεκρίθη αὐτω̨̃ ὁ Φίλιππος διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκου̃σιν αὐτοι̃ς ἵνα ἕκαστος βραχύ τι λάβη̨
λέγει αὐτω̨̃ εἱ̃ς ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ’Ανδρέας ὁ ἀδελφòς Σίμωνος Πέτρου
ἔστιν παιδάριον ὡ̃δε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια ἀλλὰ ταυ̃τα τί ἐστιν εἰς τοσούτους
10 εἰ̃πεν ὁ ’Ιησου̃ς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσει̃ν ἠ̃ν δὲ χόρτος πολὺς ἐν τω̨̃ τόπω̨ ἀνέπεσαν οὐ̃ν οἱ ἄνδρες τòν ἀριθμòν ὡς πεντακισχίλιοι
11 ἔλαβεν οὐ̃ν τοὺς ἄρτους ὁ ’Ιησου̃ς καὶ εὐχαριστήσας διέδωκεν τοι̃ς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τω̃ν ὀψαρίων ὅσον ἤθελον
12 ὡς δὲ ἐνεπλήσθησαν λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται
13 συνήγαγον οὐ̃ν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τω̃ν πέντε ἄρτων τω̃ν κριθίνων ἃ ἐπερίσσευσαν τοι̃ς βεβρωκόσιν
14 οἱ οὐ̃ν ἄνθρωποι ἰδόντες ὃ ἐποίησεν σημει̃ον ἔλεγον ὅτι οὑ̃τός ἐστιν ἀληθω̃ς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τòν κόσμον
15 ’Ιησου̃ς οὐ̃ν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτòν ἵνα ποιήσωσιν βασιλέα ἀνεχώρησεν πάλιν εἰς τò ὄρος αὐτòς μόνος
16 ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτου̃ ἐπὶ τὴν θάλασσαν
17 καὶ ἐμβάντες εἰς πλοι̃ον ἤρχοντο πέραν τη̃ς θαλάσσης εἰς Καφαρναούμ καὶ σκοτία ἤδη ἐγεγόνει καὶ οὔπω ἐληλύθει πρòς αὐτοὺς ὁ ’Ιησου̃ς
18 ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διεγείρετο
19 ἐληλακότες οὐ̃ν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα θεωρου̃σιν τòν ’Ιησου̃ν περιπατου̃ντα ἐπὶ τη̃ς θαλάσσης καὶ ἐγγὺς του̃ πλοίου γινόμενον καὶ ἐφοβήθησαν
20 ὁ δὲ λέγει αὐτοι̃ς ἐγώ εἰμι μὴ φοβει̃σθε
21 ἤθελον οὐ̃ν λαβει̃ν αὐτòν εἰς τò πλοι̃ον καὶ εὐθέως ἐγένετο τò πλοι̃ον ἐπὶ τη̃ς γη̃ς εἰς ἣν ὑπη̃γον
22 τη̨̃ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τη̃ς θαλάσσης εἰ̃δον ὅτι πλοιάριον ἄλλο οὐκ ἠ̃ν ἐκει̃ εἰ μὴ ἕν καὶ ὅτι οὐ συνειση̃λθεν τοι̃ς μαθηται̃ς αὐτου̃ ὁ ’Ιησου̃ς εἰς τò πλοι̃ον ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτου̃ ἀπη̃λθον
23 ἄλλα ἠ̃λθεν πλοιάρια ἐκ Τιβεριάδος ἐγγὺς του̃ τόπου ὅπου ἔφαγον τòν ἄρτον εὐχαριστήσαντος του̃ κυρίου
24 ὅτε οὐ̃ν εἰ̃δεν ὁ ὄχλος ὅτι ’Ιησου̃ς οὐκ ἔστιν ἐκει̃ οὐδὲ οἱ μαθηταὶ αὐτου̃ ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια καὶ ἠ̃λθον εἰς Καφαρναοὺμ ζητου̃ντες τòν ’Ιησου̃ν
25 καὶ εὑρόντες αὐτòν πέραν τη̃ς θαλάσσης εἰ̃πον αὐτω̨̃ ῥαββί πότε ὡ̃δε γέγονας
26 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς καὶ εἰ̃πεν ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ζητει̃τέ με οὐχ ὅτι εἴδετε σημει̃α ἀλλ' ὅτι ἐφάγετε ἐκ τω̃ν ἄρτων καὶ ἐχορτάσθητε
27 ἐργάζεσθε μὴ τὴν βρω̃σιν τὴν ἀπολλυμένην ἀλλὰ τὴν βρω̃σιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον ἣν ὁ υἱòς του̃ ἀνθρώπου ὑμι̃ν δώσει του̃τον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ θεός
28 εἰ̃πον οὐ̃ν πρòς αὐτόν τί ποιω̃μεν ἵνα ἐργαζώμεθα τὰ ἔργα του̃ θεου̃
29 ἀπεκρίθη ὁ ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς του̃τό ἐστιν τò ἔργον του̃ θεου̃ ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκει̃νος
30 εἰ̃πον οὐ̃ν αὐτω̨̃ τί οὐ̃ν ποιει̃ς σὺ σημει̃ον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι τί ἐργάζη̨
31 οἱ πατέρες ἡμω̃ν τò μάννα ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ καθώς ἐστιν γεγραμμένον ἄρτον ἐκ του̃ οὐρανου̃ ἔδωκεν αὐτοι̃ς φαγει̃ν
32 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν οὐ Μωϋση̃ς δέδωκεν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ ἀλλ' ὁ πατήρ μου δίδωσιν ὑμι̃ν τòν ἄρτον ἐκ του̃ οὐρανου̃ τòν ἀληθινόν
33 ὁ γὰρ ἄρτος του̃ θεου̃ ἐστιν ὁ καταβαίνων ἐκ του̃ οὐρανου̃ καὶ ζωὴν διδοὺς τω̨̃ κόσμω̨
34 εἰ̃πον οὐ̃ν πρòς αὐτόν κύριε πάντοτε δòς ἡμι̃ν τòν ἄρτον του̃τον
35 εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς ὁ ἐρχόμενος πρός ἐμὲ οὐ μὴ πεινάση̨ καὶ ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ διψήσει πώποτε
36 ἀλλ' εἰ̃πον ὑμι̃ν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε
37 πα̃ν ὃ δίδωσίν μοι ὁ πατὴρ πρòς ἐμὲ ἥξει καὶ τòν ἐρχόμενον πρòς ἐμὲ οὐ μὴ ἐκβάλω ἔξω
38 ὅτι καταβέβηκα ἀπò του̃ οὐρανου̃ οὐχ ἵνα ποιω̃ τò θέλημα τò ἐμòν ἀλλὰ τò θέλημα του̃ πέμψαντός με
39 του̃το δέ ἐστιν τò θέλημα του̃ πέμψαντός με ἵνα πα̃ν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτου̃ ἀλλὰ ἀναστήσω αὐτò ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
40 του̃το γάρ ἐστιν τò θέλημα του̃ πατρός μου ἵνα πα̃ς ὁ θεωρω̃ν τòν υἱòν καὶ πιστεύων εἰς αὐτòν ἔχη̨ ζωὴν αἰώνιον καὶ ἀναστήσω αὐτòν ἐγὼ ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
41 ἐγόγγυζον οὐ̃ν οἱ ’Ιουδαι̃οι περὶ αὐτου̃ ὅτι εἰ̃πεν ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ του̃ οὐρανου̃
42 καὶ ἔλεγον οὐχ οὑ̃τός ἐστιν ’Ιησου̃ς ὁ υἱòς ’Ιωσήφ οὑ̃ ἡμει̃ς οἴδαμεν τòν πατέρα καὶ τὴν μητέρα πω̃ς νυ̃ν λέγει ὅτι ἐκ του̃ οὐρανου̃ καταβέβηκα
43 ἀπεκρίθη ’Ιησου̃ς καὶ εἰ̃πεν αὐτοι̃ς μὴ γογγύζετε μετ' ἀλλήλων
44 οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύση̨ αὐτόν κἀγὼ ἀναστήσω αὐτòν ἐν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
45 ἔστιν γεγραμμένον ἐν τοι̃ς προφήταις καὶ ἔσονται πάντες διδακτοὶ θεου̃ πα̃ς ὁ ἀκούσας παρὰ του̃ πατρòς καὶ μαθὼν ἔρχεται πρòς ἐμέ
46 οὐχ ὅτι τòν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ του̃ θεου̃ οὑ̃τος ἑώρακεν τòν πατέρα
47 ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον
48 ἐγώ εἰμι ὁ ἄρτος τη̃ς ζωη̃ς
49 οἱ πατέρες ὑμω̃ν ἔφαγον ἐν τη̨̃ ἐρήμω̨ τò μάννα καὶ ἀπέθανον
50 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐκ του̃ οὐρανου̃ καταβαίνων ἵνα τις ἐξ αὐτου̃ φάγη̨ καὶ μὴ ἀποθάνη̨
51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζω̃ν ὁ ἐκ του̃ οὐρανου̃ καταβάς ἐάν τις φάγη̨ ἐκ τούτου του̃ ἄρτου ζήσει εἰς τòν αἰω̃να καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τη̃ς του̃ κόσμου ζωη̃ς
52 ἐμάχοντο οὐ̃ν πρòς ἀλλήλους οἱ ’Ιουδαι̃οι λέγοντες πω̃ς δύναται οὑ̃τος ἡμι̃ν δου̃ναι τὴν σάρκα αὐτου̃ φαγει̃ν
53 εἰ̃πεν οὐ̃ν αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν ἀμὴν λέγω ὑμι̃ν ἐὰν μὴ φάγητε τὴν σάρκα του̃ υἱου̃ του̃ ἀνθρώπου καὶ πίητε αὐτου̃ τò αἱ̃μα οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοι̃ς
54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἔχει ζωὴν αἰώνιον κἀγὼ ἀναστήσω αὐτòν τη̨̃ ἐσχάτη̨ ἡμέρα̨
55 ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρω̃σις καὶ τò αἱ̃μά μου ἀληθής ἐστιν πόσις
56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τò αἱ̃μα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτω̨̃
57 καθὼς ἀπέστειλέν με ὁ ζω̃ν πατὴρ κἀγὼ ζω̃ διὰ τòν πατέρα καὶ ὁ τρώγων με κἀκει̃νος ζήσει δι' ἐμέ
58 οὑ̃τός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανου̃ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον ὁ τρώγων του̃τον τòν ἄρτον ζήσει εἰς τòν αἰω̃να
59 ταυ̃τα εἰ̃πεν ἐν συναγωγη̨̃ διδάσκων ἐν Καφαρναούμ
60 πολλοὶ οὐ̃ν ἀκούσαντες ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃παν σκληρός ἐστιν ὁ λόγος οὑ̃τος τίς δύναται αὐτου̃ ἀκούειν
61 εἰδὼς δὲ ὁ ’Ιησου̃ς ἐν ἑαυτω̨̃ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτου̃ εἰ̃πεν αὐτοι̃ς του̃το ὑμα̃ς σκανδαλίζει
62 ἐὰν οὐ̃ν θεωρη̃τε τòν υἱòν του̃ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἠ̃ν τò πρότερον
63 τò πνευ̃μά ἐστιν τò ζω̨οποιου̃ν ἡ σὰρξ οὐκ ὠφελει̃ οὐδέν τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμι̃ν πνευ̃μά ἐστιν καὶ ζωή ἐστιν
64 ἀλλ' εἰσὶν ἐξ ὑμω̃ν τινες οἳ οὐ πιστεύουσιν ἤ̨δει γὰρ ἐξ ἀρχη̃ς ὁ ’Ιησου̃ς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν
65 καὶ ἔλεγεν διὰ του̃το εἴρηκα ὑμι̃ν ὅτι οὐδεὶς δύναται ἐλθει̃ν πρός με ἐὰν μὴ ἠ̨̃ δεδομένον αὐτω̨̃ ἐκ του̃ πατρός
66 ἐκ τούτου πολλοὶ ἐκ τω̃ν μαθητω̃ν αὐτου̃ ἀπη̃λθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ' αὐτου̃ περιεπάτουν
67 εἰ̃πεν οὐ̃ν ὁ ’Ιησου̃ς τοι̃ς δώδεκα μὴ καὶ ὑμει̃ς θέλετε ὑπάγειν
68 ἀπεκρίθη αὐτω̨̃ Σίμων Πέτρος κύριε πρòς τίνα ἀπελευσόμεθα ῥήματα ζωη̃ς αἰωνίου ἔχεις
69 καὶ ἡμει̃ς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἰ̃ ὁ ἅγιος του̃ θεου̃
70 ἀπεκρίθη αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐκ ἐγὼ ὑμα̃ς τοὺς δώδεκα ἐξελεξάμην καὶ ἐξ ὑμω̃ν εἱ̃ς διάβολός ἐστιν
71 ἔλεγεν δὲ τòν ’Ιούδαν Σίμωνος ’Ισκαριώτου οὑ̃τος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν εἱ̃ς ἐκ τω̃ν δώδεκα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.