Bible-Center

Catholic lectionary for 21 June 2024

Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 11,  στἰχοι 1-4, 9-18, 20

καὶ Γοθολια ἡ μήτηρ Οχοζιου εἰ̃δεν ὅτι ἀπέθανον οἱ υἱοὶ αὐτη̃ς καὶ ἀπώλεσεν πα̃ν τὸ σπέρμα τη̃ς βασιλείας
καὶ ἔλαβεν Ιωσαβεε θυγάτηρ του̃ βασιλέως Ιωραμ ἀδελφὴ Οχοζιου τὸν Ιωας υἱὸν ἀδελφου̃ αὐτη̃ς καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τω̃ν υἱω̃ν του̃ βασιλέως τω̃ν θανατουμένων αὐτὸν καὶ τὴν τροφὸν αὐτου̃ ἐν τω̨̃ ταμιείω̨ τω̃ν κλινω̃ν καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἐθανατώθη
καὶ ἠ̃ν μετ' αὐτη̃ς ἐν οἴκω̨ κυρίου κρυβόμενος ἓξ ἔτη καὶ Γοθολια βασιλεύουσα ἐπὶ τη̃ς γη̃ς
καὶ ἐν τω̨̃ ἔτει τω̨̃ ἑβδόμω̨ ἀπέστειλεν Ιωδαε ὁ ἱερεὺς καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους τὸν Χορρι καὶ τὸν Ρασιμ καὶ ἀπήγαγεν αὐτοὺς πρὸς αὐτὸν εἰς οἰ̃κον κυρίου καὶ διέθετο αὐτοι̃ς διαθήκην κυρίου καὶ ὥρκισεν αὐτοὺς ἐνώπιον κυρίου καὶ ἔδειξεν αὐτοι̃ς Ιωδαε τὸν υἱὸν του̃ βασιλέως
...
καὶ ἐποίησαν οἱ ἑκατόνταρχοι πάντα ὅσα ἐνετείλατο Ιωδαε ὁ συνετός καὶ ἔλαβεν ἀνὴρ τοὺς ἄνδρας αὐτου̃ τοὺς εἰσπορευομένους τὸ σάββατον μετὰ τω̃ν ἐκπορευομένων τὸ σάββατον καὶ εἰση̃λθεν πρὸς Ιωδαε τὸν ἱερέα
10 καὶ ἔδωκεν ὁ ἱερεὺς τοι̃ς ἑκατοντάρχαις τοὺς σειρομάστας καὶ τοὺς τρισσοὺς του̃ βασιλέως Δαυιδ τοὺς ἐν οἴκω̨ κυρίου
11 καὶ ἔστησαν οἱ παρατρέχοντες ἀνὴρ καὶ τὸ σκευ̃ος αὐτου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ ἀπὸ τη̃ς ὠμίας του̃ οἴκου τη̃ς δεξια̃ς ἕως τη̃ς ὠμίας του̃ οἴκου τη̃ς εὐωνύμου του̃ θυσιαστηρίου καὶ του̃ οἴκου ἐπὶ τὸν βασιλέα κύκλω̨
12 καὶ ἐξαπέστειλεν τὸν υἱὸν του̃ βασιλέως καὶ ἔδωκεν ἐπ' αὐτὸν τὸ νεζερ καὶ τὸ μαρτύριον καὶ ἐβασίλευσεν αὐτὸν καὶ ἔχρισεν αὐτόν καὶ ἐκρότησαν τη̨̃ χειρὶ καὶ εἰ̃παν ζήτω ὁ βασιλεύς
13 καὶ ἤκουσεν Γοθολια τὴν φωνὴν τω̃ν τρεχόντων του̃ λαου̃ καὶ εἰση̃λθεν πρὸς τὸν λαὸν εἰς οἰ̃κον κυρίου
14 καὶ εἰ̃δεν καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ του̃ στύλου κατὰ τὸ κρίμα καὶ οἱ ὠ̨δοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα καὶ πα̃ς ὁ λαὸς τη̃ς γη̃ς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν καὶ διέρρηξεν Γοθολια τὰ ἱμάτια ἑαυτη̃ς καὶ ἐβόησεν σύνδεσμος σύνδεσμος
15 καὶ ἐνετείλατο Ιωδαε ὁ ἱερεὺς τοι̃ς ἑκατοντάρχαις τοι̃ς ἐπισκόποις τη̃ς δυνάμεως καὶ εἰ̃πεν πρὸς αὐτούς ἐξαγάγετε αὐτὴν ἔσωθεν τω̃ν σαδηρωθ καὶ ὁ εἰσπορευόμενος ὀπίσω αὐτη̃ς θανάτω̨ θανατωθήσεται ῥομφαία̨ ὅτι εἰ̃πεν ὁ ἱερεύς καὶ μὴ ἀποθάνη̨ ἐν οἴκω̨ κυρίου
16 καὶ ἐπέθηκαν αὐτη̨̃ χει̃ρας καὶ εἰση̃λθεν ὁδὸν εἰσόδου τω̃ν ἵππων οἴκου του̃ βασιλέως καὶ ἀπέθανεν ἐκει̃
17 καὶ διέθετο Ιωδαε διαθήκην ἀνὰ μέσον κυρίου καὶ ἀνὰ μέσον του̃ βασιλέως καὶ ἀνὰ μέσον του̃ λαου̃ του̃ εἰ̃ναι εἰς λαὸν τω̨̃ κυρίω̨ καὶ ἀνὰ μέσον του̃ βασιλέως καὶ ἀνὰ μέσον του̃ λαου̃
18 καὶ εἰση̃λθεν πα̃ς ὁ λαὸς τη̃ς γη̃ς εἰς οἰ̃κον του̃ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτου̃ καὶ τὰς εἰκόνας αὐτου̃ συνέτριψαν ἀγαθω̃ς καὶ τὸν Ματθαν τὸν ἱερέα του̃ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τω̃ν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἰ̃κον κυρίου
...
20 καὶ ἐχάρη πα̃ς ὁ λαὸς τη̃ς γη̃ς καὶ ἡ πόλις ἡσύχασεν καὶ τὴν Γοθολιαν ἐθανάτωσαν ἐν ῥομφαία̨ ἐν οἴκω̨ του̃ βασιλέως
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 6,  στἰχοι 19-23

19 μὴ θησαυρίζετε ὑμι̃ν θησαυροὺς ἐπὶ τη̃ς γη̃ς ὅπου σὴς καὶ βρω̃σις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν
20 θησαυρίζετε δὲ ὑμι̃ν θησαυροὺς ἐν οὐρανω̨̃ ὅπου οὔτε σὴς οὔτε βρω̃σις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν
21 ὅπου γάρ ἐστιν ὁ θησαυρός σου ἐκει̃ ἔσται καὶ ἡ καρδία σου
22 ὁ λύχνος του̃ σώματός ἐστιν ὁ ὀφθαλμός ἐὰν οὐ̃ν ἠ̨̃ ὁ ὀφθαλμός σου ἁπλου̃ς ὅλον τò σω̃μά σου φωτεινòν ἔσται
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρòς ἠ̨̃ ὅλον τò σω̃μά σου σκοτεινòν ἔσται εἰ οὐ̃ν τò φω̃ς τò ἐν σοὶ σκότος ἐστίν τò σκότος πόσον
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

NOTES

 

Calling us to trust that God knows all our needs and will not leave us without care, the Lord Jesus Christ opens to us a new, almost unknown dimension of our life. We are so afraid of being left without... 

 

"If the light that is in you is darkness, how great is the darkness?" the Lord says to us today. How can this be - how can light be darkness? Here is one possible interpretation... 

 

The unfamiliar word "mammon" actually means a "stronghold," something one can rely on, a source of hope. Of course, the Lord understands that all of us need to eat, drink, dress, earn a living, and so on, but He says that... 

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.