Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 10

1 καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ισραηλ καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουε
2 καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαουλ καὶ ὀπίσω υἱω̃ν αὐτου̃ καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισουε υἱοὺς Σαουλ
3 καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαουλ καὶ εὑ̃ρον αὐτὸν οἱ τοξόται ἐν τοι̃ς τόξοις καὶ πόνοις καὶ ἐπόνεσεν ἀπὸ τω̃ν τόξων
4 καὶ εἰ̃πεν Σαουλ τω̨̃ αἴροντι τὰ σκεύη αὐτου̃ σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτη̨̃ μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὑ̃τοι καὶ ἐμπαίξωσίν μοι καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι ἐφοβει̃το σφόδρα καὶ ἔλαβεν Σαουλ τὴν ῥομφαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν
5 καὶ εἰ̃δεν ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὅτι ἀπέθανεν Σαουλ καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτου̃ καὶ ἀπέθανεν
6 καὶ ἀπέθανεν Σαουλ καὶ τρει̃ς υἱοὶ αὐτου̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν
7 καὶ εἰ̃δεν πα̃ς ἀνὴρ Ισραηλ ὁ ἐν τω̨̃ αὐλω̃νι ὅτι ἔφυγεν Ισραηλ καὶ ὅτι ἀπέθανεν Σαουλ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ κατέλιπον τὰς πόλεις αὐτω̃ν καὶ ἔφυγον καὶ ἠ̃λθον ἀλλόφυλοι καὶ κατώ̨κησαν ἐν αὐται̃ς
8 καὶ ἐγένετο τη̨̃ ἐχομένη̨ καὶ ἠ̃λθον ἀλλόφυλοι του̃ σκυλεύειν τοὺς τραυματίας καὶ εὑ̃ρον τὸν Σαουλ καὶ τοὺς υἱοὺς αὐτου̃ πεπτωκότας ἐν τω̨̃ ὄρει Γελβουε
9 καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεφαλὴν αὐτου̃ καὶ τὰ σκεύη αὐτου̃ καὶ ἀπέστειλαν εἰς γη̃ν ἀλλοφύλων κύκλω̨ του̃ εὐαγγελίσασθαι τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ τω̨̃ λαω̨̃
10 καὶ ἔθηκαν τὰ σκεύη αὐτου̃ ἐν οἴκω̨ θεου̃ αὐτω̃ν καὶ τὴν κεφαλὴν αὐτου̃ ἔθηκαν ἐν οἴκω̨ Δαγων
11 καὶ ἤκουσαν πάντες οἱ κατοικου̃ντες Γαλααδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τω̨̃ Σαουλ καὶ τω̨̃ Ισραηλ
12 καὶ ἠγέρθησαν ἐκ Γαλααδ πα̃ς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σω̃μα Σαουλ καὶ τὸ σω̃μα τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἤνεγκαν αὐτὰ εἰς Ιαβις καὶ ἔθαψαν τὰ ὀστα̃ αὐτω̃ν ὑπὸ τὴν δρυ̃ν ἐν Ιαβις καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας
13 καὶ ἀπέθανεν Σαουλ ἐν ται̃ς ἀνομίαις αὐτου̃ αἱ̃ς ἠνόμησεν τω̨̃ κυρίω̨ κατὰ τὸν λόγον κυρίου διότι οὐκ ἐφύλαξεν ὅτι ἐπηρώτησεν Σαουλ ἐν τω̨̃ ἐγγαστριμύθω̨ του̃ ζητη̃σαι καὶ ἀπεκρίνατο αὐτω̨̃ Σαμουηλ ὁ προφήτης
14 καὶ οὐκ ἐζήτησεν κύριον καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τω̨̃ Δαυιδ υἱω̨̃ Ιεσσαι
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.