Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 15

1 καὶ ἐποίησεν αὐτω̨̃ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τη̨̃ κιβωτω̨̃ του̃ θεου̃ καὶ ἐποίησεν αὐτη̨̃ σκηνήν
2 τότε εἰ̃πεν Δαυιδ οὐκ ἔστιν ἀ̃ραι τὴν κιβωτὸν του̃ θεου̃ ἀλλ' ἢ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργει̃ν αὐτω̨̃ ἕως αἰω̃νος
3 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ του̃ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτη̨̃
4 καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας
5 τω̃ν υἱω̃ν Κααθ Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν εἴκοσι
6 τω̃ν υἱω̃ν Μεραρι Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ διακόσιοι πεντήκοντα
7 τω̃ν υἱω̃ν Γηρσαμ Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν πεντήκοντα
8 τω̃ν υἱω̃ν Ελισαφαν Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ διακόσιοι
9 τω̃ν υἱω̃ν Χεβρων Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ὀγδοήκοντα
10 τω̃ν υἱω̃ν Οζιηλ Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν δέκα δύο
11 καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ
12 καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἄρχοντες πατριω̃ν τω̃ν Λευιτω̃ν ἁγνίσθητε ὑμει̃ς καὶ οἱ ἀδελφοὶ ὑμω̃ν καὶ ἀνοίσετε τὴν κιβωτὸν του̃ θεου̃ Ισραηλ οὑ̃ ἡτοίμασα αὐτη̨̃
13 ὅτι οὐκ ἐν τω̨̃ πρότερον ὑμα̃ς εἰ̃ναι διέκοψεν ὁ θεὸς ἡμω̃ν ἐν ἡμι̃ν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι
14 καὶ ἡγνίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται του̃ ἀνενέγκαι τὴν κιβωτὸν θεου̃ Ισραηλ
15 καὶ ἔλαβον οἱ υἱοὶ τω̃ν Λευιτω̃ν τὴν κιβωτὸν του̃ θεου̃ ὡς ἐνετείλατο Μωυση̃ς ἐν λόγω̨ θεου̃ κατὰ τὴν γραφήν ἐν ἀναφορευ̃σιν ἐπ' αὐτούς
16 καὶ εἰ̃πεν Δαυιδ τοι̃ς ἄρχουσιν τω̃ν Λευιτω̃ν στήσατε τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς ψαλτω̨δοὺς ἐν ὀργάνοις ὠ̨δω̃ν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις του̃ φωνη̃σαι εἰς ὕψος ἐν φωνη̨̃ εὐφροσύνης
17 καὶ ἔστησαν οἱ Λευι̃ται τὸν Αιμαν υἱὸν Ιωηλ ἐκ τω̃ν ἀδελφω̃ν αὐτου̃ Ασαφ υἱὸς Βαραχια καὶ ἐκ τω̃ν υἱω̃ν Μεραρι ἀδελφω̃ν αὐτου̃ Αιθαν υἱὸς Κισαιου
18 καὶ μετ' αὐτω̃ν ἀδελφοὶ αὐτω̃ν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί
19 καὶ οἱ ψαλτω̨δοί Αιμαν Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοι̃ς του̃ ἀκουσθη̃ναι ποιη̃σαι
20 Ζαχαριας καὶ Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ
21 καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ του̃ ἐνισχυ̃σαι
22 καὶ Χωνενια ἄρχων τω̃ν Λευιτω̃ν ἄρχων τω̃ν ὠ̨δω̃ν ὅτι συνετὸς ἠ̃ν
23 καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τη̃ς κιβωτου̃
24 καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερει̃ς σαλπίζοντες ται̃ς σάλπιγξιν ἔμπροσθεν τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τη̃ς κιβωτου̃ του̃ θεου̃
25 καὶ ἠ̃ν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι του̃ ἀναγαγει̃ν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνη̨
26 καὶ ἐγένετο ἐν τω̨̃ κατισχυ̃σαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
27 καὶ Δαυιδ περιεζωσμένος ἐν στολη̨̃ βυσσίνη̨ καὶ πάντες οἱ Λευι̃ται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτω̨δοὶ καὶ Χωνενιας ὁ ἄρχων τω̃ν ὠ̨δω̃ν τω̃ν ἀ̨δόντων καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη
28 καὶ πα̃ς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασία̨ καὶ ἐν φωνη̨̃ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις ἀναφωνου̃ντες νάβλαις καὶ ἐν κινύραις
29 καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἠ̃λθεν ἕως πόλεως Δαυιδ καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τη̃ς θυρίδος καὶ εἰ̃δεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τη̨̃ ψυχη̨̃ αὐτη̃ς
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.