Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 15

1 καὶ ἐποίησεν αὐτω̨̃ οἰκίας ἐν πόλει Δαυιδ καὶ ἡτοίμασεν τὸν τόπον τη̨̃ κιβωτω̨̃ του̃ θεου̃ καὶ ἐποίησεν αὐτη̨̃ σκηνήν
2 τότε εἰ̃πεν Δαυιδ οὐκ ἔστιν ἀ̃ραι τὴν κιβωτὸν του̃ θεου̃ ἀλλ' ἢ τοὺς Λευίτας ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργει̃ν αὐτω̨̃ ἕως αἰω̃νος
3 καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ του̃ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον ὃν ἡτοίμασεν αὐτη̨̃
4 καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας
5 τω̃ν υἱω̃ν Κααθ Ουριηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν εἴκοσι
6 τω̃ν υἱω̃ν Μεραρι Ασαια ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ διακόσιοι πεντήκοντα
7 τω̃ν υἱω̃ν Γηρσαμ Ιωηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν πεντήκοντα
8 τω̃ν υἱω̃ν Ελισαφαν Σαμαιας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ διακόσιοι
9 τω̃ν υἱω̃ν Χεβρων Ελιηλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ὀγδοήκοντα
10 τω̃ν υἱω̃ν Οζιηλ Αμιναδαβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑκατὸν δέκα δύο
11 καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερει̃ς καὶ τοὺς Λευίτας τὸν Ουριηλ Ασαια Ιωηλ Σαμαιαν Ελιηλ Αμιναδαβ
12 καὶ εἰ̃πεν αὐτοι̃ς ὑμει̃ς ἄρχοντες πατριω̃ν τω̃ν Λευιτω̃ν ἁγνίσθητε ὑμει̃ς καὶ οἱ ἀδελφοὶ ὑμω̃ν καὶ ἀνοίσετε τὴν κιβωτὸν του̃ θεου̃ Ισραηλ οὑ̃ ἡτοίμασα αὐτη̨̃
13 ὅτι οὐκ ἐν τω̨̃ πρότερον ὑμα̃ς εἰ̃ναι διέκοψεν ὁ θεὸς ἡμω̃ν ἐν ἡμι̃ν ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι
14 καὶ ἡγνίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται του̃ ἀνενέγκαι τὴν κιβωτὸν θεου̃ Ισραηλ
15 καὶ ἔλαβον οἱ υἱοὶ τω̃ν Λευιτω̃ν τὴν κιβωτὸν του̃ θεου̃ ὡς ἐνετείλατο Μωυση̃ς ἐν λόγω̨ θεου̃ κατὰ τὴν γραφήν ἐν ἀναφορευ̃σιν ἐπ' αὐτούς
16 καὶ εἰ̃πεν Δαυιδ τοι̃ς ἄρχουσιν τω̃ν Λευιτω̃ν στήσατε τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς ψαλτω̨δοὺς ἐν ὀργάνοις ὠ̨δω̃ν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις του̃ φωνη̃σαι εἰς ὕψος ἐν φωνη̨̃ εὐφροσύνης
17 καὶ ἔστησαν οἱ Λευι̃ται τὸν Αιμαν υἱὸν Ιωηλ ἐκ τω̃ν ἀδελφω̃ν αὐτου̃ Ασαφ υἱὸς Βαραχια καὶ ἐκ τω̃ν υἱω̃ν Μεραρι ἀδελφω̃ν αὐτου̃ Αιθαν υἱὸς Κισαιου
18 καὶ μετ' αὐτω̃ν ἀδελφοὶ αὐτω̃ν οἱ δεύτεροι Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιφαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας οἱ πυλωροί
19 καὶ οἱ ψαλτω̨δοί Αιμαν Ασαφ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοι̃ς του̃ ἀκουσθη̃ναι ποιη̃σαι
20 Ζαχαριας καὶ Οζιηλ Σεμιραμωθ Ιιηλ Ωνι Ελιαβ Μασαιας Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ
21 καὶ Ματταθιας καὶ Ελιφαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ του̃ ἐνισχυ̃σαι
22 καὶ Χωνενια ἄρχων τω̃ν Λευιτω̃ν ἄρχων τω̃ν ὠ̨δω̃ν ὅτι συνετὸς ἠ̃ν
23 καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τη̃ς κιβωτου̃
24 καὶ Σοβνια καὶ Ιωσαφατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερει̃ς σαλπίζοντες ται̃ς σάλπιγξιν ἔμπροσθεν τη̃ς κιβωτου̃ του̃ θεου̃ καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τη̃ς κιβωτου̃ του̃ θεου̃
25 καὶ ἠ̃ν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι του̃ ἀναγαγει̃ν τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐφροσύνη̨
26 καὶ ἐγένετο ἐν τω̨̃ κατισχυ̃σαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τη̃ς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
27 καὶ Δαυιδ περιεζωσμένος ἐν στολη̨̃ βυσσίνη̨ καὶ πάντες οἱ Λευι̃ται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτω̨δοὶ καὶ Χωνενιας ὁ ἄρχων τω̃ν ὠ̨δω̃ν τω̃ν ἀ̨δόντων καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη
28 καὶ πα̃ς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασία̨ καὶ ἐν φωνη̨̃ σωφερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις ἀναφωνου̃ντες νάβλαις καὶ ἐν κινύραις
29 καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἠ̃λθεν ἕως πόλεως Δαυιδ καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τη̃ς θυρίδος καὶ εἰ̃δεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τη̨̃ ψυχη̨̃ αὐτη̃ς

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α, κεφαλίς 16

1 καὶ εἰσήνεγκαν τὴν κιβωτὸν του̃ θεου̃ καὶ ἀπηρείσαντο αὐτὴν ἐν μέσω̨ τη̃ς σκηνη̃ς ἡ̃ς ἔπηξεν αὐτη̨̃ Δαυιδ καὶ προσήνεγκαν ὁλοκαυτώματα καὶ σωτηρίου ἐναντίον του̃ θεου̃
2 καὶ συνετέλεσεν Δαυιδ ἀναφέρων ὁλοκαυτώματα καὶ σωτηρίου καὶ εὐλόγησεν τὸν λαὸν ἐν ὀνόματι κυρίου
3 καὶ διεμέρισεν παντὶ ἀνδρὶ Ισραηλ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς τω̨̃ ἀνδρὶ ἄρτον ἕνα ἀρτοκοπικὸν καὶ ἀμορίτην
4 καὶ ἔταξεν κατὰ πρόσωπον τη̃ς κιβωτου̃ διαθήκης κυρίου ἐκ τω̃ν Λευιτω̃ν λειτουργου̃ντας ἀναφωνου̃ντας καὶ ἐξομολογει̃σθαι καὶ αἰνει̃ν κύριον τὸν θεὸν Ισραηλ
5 Ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτω̨̃ Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνω̃ν
6 καὶ Βαναιας καὶ Οζιηλ οἱ ἱερει̃ς ἐν ται̃ς σάλπιγξιν διὰ παντὸς ἐναντίον τη̃ς κιβωτου̃ τη̃ς διαθήκης του̃ θεου̃
7 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τότε ἔταξεν Δαυιδ ἐν ἀρχη̨̃ του̃ αἰνει̃ν τὸν κύριον ἐν χειρὶ Ασαφ καὶ τω̃ν ἀδελφω̃ν αὐτου̃
8 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ἐπικαλει̃σθε αὐτὸν ἐν ὀνόματι αὐτου̃ γνωρίσατε ἐν λαοι̃ς τὰ ἐπιτηδεύματα αὐτου̃
9 ἄ̨σατε αὐτω̨̃ καὶ ὑμνήσατε αὐτω̨̃ διηγήσασθε πα̃σιν τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν κύριος
10 αἰνει̃τε ἐν ὀνόματι ἁγίω̨ αὐτου̃ εὐφρανθήσεται καρδία ζητου̃σα τὴν εὐδοκίαν αὐτου̃
11 ζητήσατε τὸν κύριον καὶ ἰσχύσατε ζητήσατε τὸ πρόσωπον αὐτου̃ διὰ παντός
12 μνημονεύετε τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν τέρατα καὶ κρίματα του̃ στόματος αὐτου̃
13 σπέρμα Ισραηλ παι̃δες αὐτου̃ υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτου̃
14 αὐτὸς κύριος ὁ θεὸς ἡμω̃ν ἐν πάση̨ τη̨̃ γη̨̃ τὰ κρίματα αὐτου̃
15 μνημονεύων εἰς αἰω̃να διαθήκης αὐτου̃ λόγον αὐτου̃ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς
16 ὃν διέθετο τω̨̃ Αβρααμ καὶ τὸν ὅρκον αὐτου̃ τω̨̃ Ισαακ
17 ἔστησεν αὐτὸν τω̨̃ Ιακωβ εἰς πρόσταγμα τω̨̃ Ισραηλ διαθήκην αἰώνιον
18 λέγων σοὶ δώσω τὴν γη̃ν Χανααν σχοίνισμα κληρονομίας ὑμω̃ν
19 ἐν τω̨̃ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμω̨̃ ὡς ἐσμικρύνθησαν καὶ παρώ̨κησαν ἐν αὐτη̨̃
20 καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον
21 οὐκ ἀφη̃κεν ἄνδρα του̃ δυναστευ̃σαι αὐτοὺς καὶ ἤλεγξεν περὶ αὐτω̃ν βασιλει̃ς
22 μὴ ἅψησθε τω̃ν χριστω̃ν μου καὶ ἐν τοι̃ς προφήταις μου μὴ πονηρεύεσθε
23 ἄ̨σατε τω̨̃ κυρίω̨ πα̃σα ἡ γη̃ ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτου̃
24 ...
25 ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς
26 ὅτι πάντες οἱ θεοὶ τω̃ν ἐθνω̃ν εἴδωλα καὶ ὁ θεὸς ἡμω̃ν οὐρανὸν ἐποίησεν
27 δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτου̃ ἰσχὺς καὶ καύχημα ἐν τόπω̨ αὐτου̃
28 δότε τω̨̃ κυρίω̨ πατριαὶ τω̃ν ἐθνω̃ν δότε τω̨̃ κυρίω̨ δόξαν καὶ ἰσχύν
29 δότε τω̨̃ κυρίω̨ δόξαν ὀνόματος αὐτου̃ λάβετε δω̃ρα καὶ ἐνέγκατε κατὰ πρόσωπον αὐτου̃ καὶ προσκυνήσατε τω̨̃ κυρίω̨ ἐν αὐλαι̃ς ἁγίαις αὐτου̃
30 φοβηθήτω ἀπὸ προσώπου αὐτου̃ πα̃σα ἡ γη̃ κατορθωθήτω ἡ γη̃ καὶ μὴ σαλευθήτω
31 εὐφρανθήτω ὁ οὐρανός καὶ ἀγαλλιάσθω ἡ γη̃ καὶ εἰπάτωσαν ἐν τοι̃ς ἔθνεσιν κύριος βασιλεύων
32 βομβήσει ἡ θάλασσα σὺν τω̨̃ πληρώματι καὶ ξύλον ἀγρου̃ καὶ πάντα τὰ ἐν αὐτω̨̃
33 τότε εὐφρανθήσεται τὰ ξύλα του̃ δρυμου̃ ἀπὸ προσώπου κυρίου ὅτι ἠ̃λθεν κρι̃ναι τὴν γη̃ν
34 ἐξομολογει̃σθε τω̨̃ κυρίω̨ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
35 καὶ εἴπατε σω̃σον ἡμα̃ς ὁ θεὸς τη̃ς σωτηρίας ἡμω̃ν καὶ ἐξελου̃ ἡμα̃ς ἐκ τω̃ν ἐθνω̃ν του̃ αἰνει̃ν τὸ ὄνομα τὸ ἅγιόν σου καὶ καυχα̃σθαι ἐν ται̃ς αἰνέσεσίν σου
36 εὐλογημένος κύριος ὁ θεὸς Ισραηλ ἀπὸ του̃ αἰω̃νος καὶ ἕως του̃ αἰω̃νος καὶ ἐρει̃ πα̃ς ὁ λαός αμην καὶ ἤ̨νεσαν τω̨̃ κυρίω̨
37 καὶ κατέλιπον ἐκει̃ ἔναντι τη̃ς κιβωτου̃ διαθήκης κυρίου τὸν Ασαφ καὶ τοὺς ἀδελφοὺς αὐτου̃ του̃ λειτουργει̃ν ἐναντίον τη̃ς κιβωτου̃ διὰ παντὸς τὸ τη̃ς ἡμέρας εἰς ἡμέραν
38 καὶ Αβδεδομ καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἑξήκοντα καὶ ὀκτώ καὶ Αβδεδομ υἱὸς Ιδιθων καὶ Οσσα εἰς πυλωρούς
39 καὶ τὸν Σαδωκ τὸν ἱερέα καὶ τοὺς ἀδελφοὺς αὐτου̃ τοὺς ἱερει̃ς ἐναντίον σκηνη̃ς κυρίου ἐν Βαμα τη̨̃ ἐν Γαβαων
40 του̃ ἀναφέρειν ὁλοκαυτώματα τω̨̃ κυρίω̨ ἐπὶ του̃ θυσιαστηρίου τω̃ν ὁλοκαυτωμάτων διὰ παντὸς τὸ πρωὶ καὶ τὸ ἑσπέρας καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμω̨ κυρίου ὅσα ἐνετείλατο ἐφ' υἱοι̃ς Ισραηλ ἐν χειρὶ Μωυση̃ του̃ θεράποντος του̃ θεου̃
41 καὶ μετ' αὐτου̃ Αιμαν καὶ Ιδιθων καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπ' ὀνόματος του̃ αἰνει̃ν τὸν κύριον ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
42 καὶ μετ' αὐτω̃ν σάλπιγγες καὶ κύμβαλα του̃ ἀναφωνει̃ν καὶ ὄργανα τω̃ν ὠ̨δω̃ν του̃ θεου̃ υἱοὶ Ιδιθων εἰς τὴν πύλην
43 καὶ ἐπορεύθη ἅπας ὁ λαὸς ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ ἐπέστρεψεν Δαυιδ του̃ εὐλογη̃σαι τὸν οἰ̃κον αὐτου̃

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.