ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α,
κεφαλίς 20
1 καὶ ἐγένετο ἐν τω̨̃ ἐπιόντι ἔτει ἐν τη̨̃ ἐξόδω̨ τω̃ν βασιλέων καὶ ἤγαγεν Ιωαβ πα̃σαν τὴν δύναμιν τη̃ς στρατια̃ς καὶ ἔφθειραν τὴν χώραν υἱω̃ν Αμμων καὶ ἠ̃λθεν καὶ περιεκάθισεν τὴν Ραββα καὶ Δαυιδ ἐκάθητο ἐν Ιερουσαλημ καὶ ἐπάταξεν Ιωαβ τὴν Ραββα καὶ κατέσκαψεν αὐτήν |
2 καὶ ἔλαβεν Δαυιδ τὸν στέφανον Μολχολ βασιλέως αὐτω̃ν ἀπὸ τη̃ς κεφαλη̃ς αὐτου̃ καὶ εὑρέθη ὁ σταθμὸς αὐτου̃ τάλαντον χρυσίου καὶ ἐν αὐτω̨̃ λίθος τίμιος καὶ ἠ̃ν ἐπὶ τὴν κεφαλὴν Δαυιδ καὶ σκυ̃λα τη̃ς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα |
3 καὶ τὸν λαὸν τὸν ἐν αὐτη̨̃ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροι̃ς καὶ οὕτως ἐποίησεν Δαυιδ τοι̃ς πα̃σιν υἱοι̃ς Αμμων καὶ ἀνέστρεψεν Δαυιδ καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς Ιερουσαλημ |
4 καὶ ἐγένετο μετὰ ταυ̃τα καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γαζερ μετὰ τω̃ν ἀλλοφύλων τότε ἐπάταξεν Σοβοχαι ὁ Ουσαθι τὸν Σαφου ἀπὸ τω̃ν υἱω̃ν τω̃ν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν |
5 καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τω̃ν ἀλλοφύλων καὶ ἐπάταξεν Ελλαναν υἱὸς Ιαϊρ τὸν Λεεμι ἀδελφὸν Γολιαθ του̃ Γεθθαίου καὶ ξύλον δόρατος αὐτου̃ ὡς ἀντίον ὑφαινόντων |
6 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γεθ καὶ ἠ̃ν ἀνὴρ ὑπερμεγέθης καὶ δάκτυλοι αὐτου̃ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες καὶ οὑ̃τος ἠ̃ν ἀπόγονος γιγάντων |
7 καὶ ὠνείδισεν τὸν Ισραηλ καὶ ἐπάταξεν αὐτὸν Ιωναθαν υἱὸς Σαμαα ἀδελφου̃ Δαυιδ |
8 οὑ̃τοι ἐγένοντο Ραφα ἐν Γεθ πάντες ἠ̃σαν τέσσαρες γίγαντες καὶ ἔπεσον ἐν χειρὶ Δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτου̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.