Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 11,  στἰχοι 1-16

1 μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστου̃
2 ἐπαινω̃ δὲ ὑμα̃ς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμι̃ν τὰς παραδόσεις κατέχετε
3 θέλω δὲ ὑμα̃ς εἰδέναι ὅτι παντòς ἀνδρòς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικòς ὁ ἀνήρ κεφαλὴ δὲ του̃ Χριστου̃ ὁ θεός
4 πα̃ς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλη̃ς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτου̃
5 πα̃σα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτω̨ τη̨̃ κεφαλη̨̃ καταισχύνει τὴν κεφαλὴν αὐτη̃ς ἓν γάρ ἐστιν καὶ τò αὐτò τη̨̃ ἐξυρημένη̨
6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή καὶ κειράσθω εἰ δὲ αἰσχρòν γυναικὶ τò κείρασθαι ἢ ξυρα̃σθαι κατακαλυπτέσθω
7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα θεου̃ ὑπάρχων ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν
8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός
9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναι̃κα ἀλλὰ γυνὴ διὰ τòν ἄνδρα
10 διὰ του̃το ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τη̃ς κεφαλη̃ς διὰ τοὺς ἀγγέλους
11 πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρòς οὔτε ἀνὴρ χωρὶς γυναικòς ἐν κυρίω̨
12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ του̃ ἀνδρός οὕτως καὶ ὁ ἀνὴρ διὰ τη̃ς γυναικός τὰ δὲ πάντα ἐκ του̃ θεου̃
13 ἐν ὑμι̃ν αὐτοι̃ς κρίνατε πρέπον ἐστὶν γυναι̃κα ἀκατακάλυπτον τω̨̃ θεω̨̃ προσεύχεσθαι
14 οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμα̃ς ὅτι ἀνὴρ μὲν ἐὰν κομα̨̃ ἀτιμία αὐτω̨̃ ἐστιν
15 γυνὴ δὲ ἐὰν κομα̨̃ δόξα αὐτη̨̃ ἐστιν ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτη̨̃
16 εἰ δέ τις δοκει̃ φιλόνεικος εἰ̃ναι ἡμει̃ς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι του̃ θεου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.