ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α,
κεφαλίς 2
1 κἀγὼ ἐλθὼν πρòς ὑμα̃ς ἀδελφοί ἠ̃λθον οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας καταγγέλλων ὑμι̃ν τò μυστήριον του̃ θεου̃ |
2 οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμι̃ν εἰ μὴ ’Ιησου̃ν Χριστòν καὶ του̃τον ἐσταυρωμένον |
3 κἀγὼ ἐν ἀσθενεία̨ καὶ ἐν φόβω̨ καὶ ἐν τρόμω̨ πολλω̨̃ ἐγενόμην πρòς ὑμα̃ς |
4 καὶ ὁ λόγος μου καὶ τò κήρυγμά μου οὐκ ἐν πειθοι̃ς σοφίας λόγοις ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως |
5 ἵνα ἡ πίστις ὑμω̃ν μὴ ἠ̨̃ ἐν σοφία̨ ἀνθρώπων ἀλλ' ἐν δυνάμει θεου̃ |
6 σοφίαν δὲ λαλου̃μεν ἐν τοι̃ς τελείοις σοφίαν δὲ οὐ του̃ αἰω̃νος τούτου οὐδὲ τω̃ν ἀρχόντων του̃ αἰω̃νος τούτου τω̃ν καταργουμένων |
7 ἀλλὰ λαλου̃μεν θεου̃ σοφίαν ἐν μυστηρίω̨ τὴν ἀποκεκρυμμένην ἣν προώρισεν ὁ θεòς πρò τω̃ν αἰώνων εἰς δόξαν ἡμω̃ν |
8 ἣν οὐδεὶς τω̃ν ἀρχόντων του̃ αἰω̃νος τούτου ἔγνωκεν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τòν κύριον τη̃ς δόξης ἐσταύρωσαν |
9 ἀλλὰ καθὼς γέγραπται ἃ ὀφθαλμòς οὐκ εἰ̃δεν καὶ οὐ̃ς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεòς τοι̃ς ἀγαπω̃σιν αὐτόν |
10 ἡμι̃ν δὲ ἀπεκάλυψεν ὁ θεòς διὰ του̃ πνεύματος τò γὰρ πνευ̃μα πάντα ἐραυνα̨̃ καὶ τὰ βάθη του̃ θεου̃ |
11 τίς γὰρ οἰ̃δεν ἀνθρώπων τὰ του̃ ἀνθρώπου εἰ μὴ τò πνευ̃μα του̃ ἀνθρώπου τò ἐν αὐτω̨̃ οὕτως καὶ τὰ του̃ θεου̃ οὐδεὶς ἔγνωκεν εἰ μὴ τò πνευ̃μα του̃ θεου̃ |
12 ἡμει̃ς δὲ οὐ τò πνευ̃μα του̃ κόσμου ἐλάβομεν ἀλλὰ τò πνευ̃μα τò ἐκ του̃ θεου̃ ἵνα εἰδω̃μεν τὰ ὑπò του̃ θεου̃ χαρισθέντα ἡμι̃ν |
13 ἃ καὶ λαλου̃μεν οὐκ ἐν διδακτοι̃ς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοι̃ς πνεύματος πνευματικοι̃ς πνευματικὰ συγκρίνοντες |
14 ψυχικòς δὲ ἄνθρωπος οὐ δέχεται τὰ του̃ πνεύματος του̃ θεου̃ μωρία γὰρ αὐτω̨̃ ἐστιν καὶ οὐ δύναται γνω̃ναι ὅτι πνευματικω̃ς ἀνακρίνεται |
15 ὁ δὲ πνευματικòς ἀνακρίνει τὰ πάντα αὐτòς δὲ ὑπ' οὐδενòς ἀνακρίνεται |
16 τίς γὰρ ἔγνω νου̃ν κυρίου ὃς συμβιβάσει αὐτόν ἡμει̃ς δὲ νου̃ν Χριστου̃ ἔχομεν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.