Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 5

ὅλως ἀκούεται ἐν ὑμι̃ν πορνεία καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοι̃ς ἔθνεσιν ὥστε γυναι̃κά τινα του̃ πατρòς ἔχειν
καὶ ὑμει̃ς πεφυσιωμένοι ἐστέ καὶ οὐχὶ μα̃λλον ἐπενθήσατε ἵνα ἀρθη̨̃ ἐκ μέσου ὑμω̃ν ὁ τò ἔργον του̃το πράξας
ἐγὼ μὲν γάρ ἀπὼν τω̨̃ σώματι παρὼν δὲ τω̨̃ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τòν οὕτως του̃το κατεργασάμενον
ἐν τω̨̃ ὀνόματι του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ συναχθέντων ὑμω̃ν καὶ του̃ ἐμου̃ πνεύματος σὺν τη̨̃ δυνάμει του̃ κυρίου ἡμω̃ν ’Ιησου̃
παραδου̃ναι τòν τοιου̃τον τω̨̃ Σατανα̨̃ εἰς ὄλεθρον τη̃ς σαρκός ἵνα τò πνευ̃μα σωθη̨̃ ἐν τη̨̃ ἡμέρα̨ του̃ κυρίου
οὐ καλòν τò καύχημα ὑμω̃ν οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τò φύραμα ζυμοι̃
ἐκκαθάρατε τὴν παλαιὰν ζύμην ἵνα ἠ̃τε νέον φύραμα καθώς ἐστε ἄζυμοι καὶ γὰρ τò πάσχα ἡμω̃ν ἐτύθη Χριστός
ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμη̨ παλαια̨̃ μηδὲ ἐν ζύμη̨ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας
ἔγραψα ὑμι̃ν ἐν τη̨̃ ἐπιστολη̨̃ μὴ συναναμίγνυσθαι πόρνοις
10 οὐ πάντως τοι̃ς πόρνοις του̃ κόσμου τούτου ἢ τοι̃ς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις ἐπεὶ ὠφείλετε ἄρα ἐκ του̃ κόσμου ἐξελθει̃ν
11 νυ̃ν δὲ ἔγραψα ὑμι̃ν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφòς ὀνομαζόμενος ἠ̨̃ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ τω̨̃ τοιούτω̨ μηδὲ συνεσθίειν
12 τί γάρ μοι τοὺς ἔξω κρίνειν οὐχὶ τοὺς ἔσω ὑμει̃ς κρίνετε
13 τοὺς δὲ ἔξω ὁ θεòς κρινει̃ ἐξάρατε τòν πονηρòν ἐξ ὑμω̃ν αὐτω̃ν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.