Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 5

1 ὅλως ἀκούεται ἐν ὑμι̃ν πορνεία καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοι̃ς ἔθνεσιν ὥστε γυναι̃κά τινα του̃ πατρòς ἔχειν
2 καὶ ὑμει̃ς πεφυσιωμένοι ἐστέ καὶ οὐχὶ μα̃λλον ἐπενθήσατε ἵνα ἀρθη̨̃ ἐκ μέσου ὑμω̃ν ὁ τò ἔργον του̃το πράξας
3 ἐγὼ μὲν γάρ ἀπὼν τω̨̃ σώματι παρὼν δὲ τω̨̃ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τòν οὕτως του̃το κατεργασάμενον
4 ἐν τω̨̃ ὀνόματι του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ συναχθέντων ὑμω̃ν καὶ του̃ ἐμου̃ πνεύματος σὺν τη̨̃ δυνάμει του̃ κυρίου ἡμω̃ν ’Ιησου̃
5 παραδου̃ναι τòν τοιου̃τον τω̨̃ Σατανα̨̃ εἰς ὄλεθρον τη̃ς σαρκός ἵνα τò πνευ̃μα σωθη̨̃ ἐν τη̨̃ ἡμέρα̨ του̃ κυρίου
6 οὐ καλòν τò καύχημα ὑμω̃ν οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τò φύραμα ζυμοι̃
7 ἐκκαθάρατε τὴν παλαιὰν ζύμην ἵνα ἠ̃τε νέον φύραμα καθώς ἐστε ἄζυμοι καὶ γὰρ τò πάσχα ἡμω̃ν ἐτύθη Χριστός
8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμη̨ παλαια̨̃ μηδὲ ἐν ζύμη̨ κακίας καὶ πονηρίας ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας
9 ἔγραψα ὑμι̃ν ἐν τη̨̃ ἐπιστολη̨̃ μὴ συναναμίγνυσθαι πόρνοις
10 οὐ πάντως τοι̃ς πόρνοις του̃ κόσμου τούτου ἢ τοι̃ς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις ἐπεὶ ὠφείλετε ἄρα ἐκ του̃ κόσμου ἐξελθει̃ν
11 νυ̃ν δὲ ἔγραψα ὑμι̃ν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφòς ὀνομαζόμενος ἠ̨̃ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ τω̨̃ τοιούτω̨ μηδὲ συνεσθίειν
12 τί γάρ μοι τοὺς ἔξω κρίνειν οὐχὶ τοὺς ἔσω ὑμει̃ς κρίνετε
13 τοὺς δὲ ἔξω ὁ θεòς κρινει̃ ἐξάρατε τòν πονηρòν ἐξ ὑμω̃ν αὐτω̃ν

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 6

1 τολμα̨̃ τις ὑμω̃ν πρα̃γμα ἔχων πρòς τòν ἕτερον κρίνεσθαι ἐπὶ τω̃ν ἀδίκων καὶ οὐχὶ ἐπὶ τω̃ν ἁγίων
2 ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τòν κόσμον κρινου̃σιν καὶ εἰ ἐν ὑμι̃ν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων
3 οὐκ οἴδατε ὅτι ἀγγέλους κρινου̃μεν μήτιγε βιωτικά
4 βιωτικὰ μὲν οὐ̃ν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τη̨̃ ἐκκλησία̨ τούτους καθίζετε
5 πρòς ἐντροπὴν ὑμι̃ν λέγω οὕτως οὐκ ἔνι ἐν ὑμι̃ν οὐδεὶς σοφòς ὃς δυνήσεται διακρι̃ναι ἀνὰ μέσον του̃ ἀδελφου̃ αὐτου̃
6 ἀλλὰ ἀδελφòς μετὰ ἀδελφου̃ κρίνεται καὶ του̃το ἐπὶ ἀπίστων
7 ἤδη μὲν οὐ̃ν ὅλως ἥττημα ὑμι̃ν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτω̃ν διὰ τί οὐχὶ μα̃λλον ἀδικει̃σθε διὰ τί οὐχὶ μα̃λλον ἀποστερει̃σθε
8 ἀλλὰ ὑμει̃ς ἀδικει̃τε καὶ ἀποστερει̃τε καὶ του̃το ἀδελφούς
9 ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεου̃ βασιλείαν οὐ κληρονομήσουσιν μὴ πλανα̃σθε οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοι̃ται
10 οὔτε κλέπται οὔτε πλεονέκται οὐ μέθυσοι οὐ λοίδοροι οὐχ ἅρπαγες βασιλείαν θεου̃ κληρονομήσουσιν
11 καὶ ταυ̃τά τινες ἠ̃τε ἀλλὰ ἀπελούσασθε ἀλλὰ ἡγιάσθητε ἀλλὰ ἐδικαιώθητε ἐν τω̨̃ ὀνόματι του̃ κυρίου ’Ιησου̃ Χριστου̃ καὶ ἐν τω̨̃ πνεύματι του̃ θεου̃ ἡμω̃ν
12 πάντα μοι ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα μοι ἔξεστιν ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος
13 τὰ βρώματα τη̨̃ κοιλία̨ καὶ ἡ κοιλία τοι̃ς βρώμασιν ὁ δὲ θεòς καὶ ταύτην καὶ ταυ̃τα καταργήσει τò δὲ σω̃μα οὐ τη̨̃ πορνεία̨ ἀλλὰ τω̨̃ κυρίω̨ καὶ ὁ κύριος τω̨̃ σώματι
14 ὁ δὲ θεòς καὶ τòν κύριον ἤγειρεν καὶ ἡμα̃ς ἐξεγερει̃ διὰ τη̃ς δυνάμεως αὐτου̃
15 οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμω̃ν μέλη Χριστου̃ ἐστιν ἄρας οὐ̃ν τὰ μέλη του̃ Χριστου̃ ποιήσω πόρνης μέλη μὴ γένοιτο
16 ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τη̨̃ πόρνη̨ ἓν σω̃μά ἐστιν ἔσονται γάρ φησίν οἱ δύο εἰς σάρκα μίαν
17 ὁ δὲ κολλώμενος τω̨̃ κυρίω̨ ἓν πνευ̃μά ἐστιν
18 φεύγετε τὴν πορνείαν πα̃ν ἁμάρτημα ὃ ἐὰν ποιήση̨ ἄνθρωπος ἐκτòς του̃ σώματός ἐστιν ὁ δὲ πορνεύων εἰς τò ἴδιον σω̃μα ἁμαρτάνει
19 ἢ οὐκ οἴδατε ὅτι τò σω̃μα ὑμω̃ν ναòς του̃ ἐν ὑμι̃ν ἁγίου πνεύματός ἐστιν οὑ̃ ἔχετε ἀπò θεου̃ καὶ οὐκ ἐστὲ ἑαυτω̃ν
20 ἠγοράσθητε γὰρ τιμη̃ς δοξάσατε δὴ τòν θεòν ἐν τω̨̃ σώματι ὑμω̃ν

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 7

1 περὶ δὲ ὡ̃ν ἐγράψατε καλòν ἀνθρώπω̨ γυναικòς μὴ ἅπτεσθαι
2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτου̃ γυναι̃κα ἐχέτω καὶ ἑκάστη τòν ἴδιον ἄνδρα ἐχέτω
3 τη̨̃ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τω̨̃ ἀνδρί
4 ἡ γυνὴ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ του̃ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή
5 μὴ ἀποστερει̃τε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρòς καιρòν ἵνα σχολάσητε τη̨̃ προσευχη̨̃ καὶ πάλιν ἐπὶ τò αὐτò ἠ̃τε ἵνα μὴ πειράζη̨ ὑμα̃ς ὁ Σατανα̃ς διὰ τὴν ἀκρασίαν ὑμω̃ν
6 του̃το δὲ λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιταγήν
7 θέλω δὲ πάντας ἀνθρώπους εἰ̃ναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεου̃ ὁ μὲν οὕτως ὁ δὲ οὕτως
8 λέγω δὲ τοι̃ς ἀγάμοις καὶ ται̃ς χήραις καλòν αὐτοι̃ς ἐὰν μείνωσιν ὡς κἀγώ
9 εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρει̃ττον γάρ ἐστιν γαμη̃σαι ἢ πυρου̃σθαι
10 τοι̃ς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ ὁ κύριος γυναι̃κα ἀπò ἀνδρòς μὴ χωρισθη̃ναι
11 ἐὰν δὲ καὶ χωρισθη̨̃ μενέτω ἄγαμος ἢ τω̨̃ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναι̃κα μὴ ἀφιέναι
12 τοι̃ς δὲ λοιποι̃ς λέγω ἐγώ οὐχ ὁ κύριος εἴ τις ἀδελφòς γυναι̃κα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκει̃ οἰκει̃ν μετ' αὐτου̃ μὴ ἀφιέτω αὐτήν
13 καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὑ̃τος συνευδοκει̃ οἰκει̃ν μετ' αὐτη̃ς μὴ ἀφιέτω τòν ἄνδρα
14 ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τη̨̃ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τω̨̃ ἀδελφω̨̃ ἐπεὶ ἄρα τὰ τέκνα ὑμω̃ν ἀκάθαρτά ἐστιν νυ̃ν δὲ ἅγιά ἐστιν
15 εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ὁ ἀδελφòς ἢ ἡ ἀδελφὴ ἐν τοι̃ς τοιούτοις ἐν δὲ εἰρήνη̨ κέκληκεν ὑμα̃ς ὁ θεός
16 τί γὰρ οἰ̃δας γύναι εἰ τòν ἄνδρα σώσεις ἢ τί οἰ̃δας ἄνερ εἰ τὴν γυναι̃κα σώσεις
17 εἰ μὴ ἑκάστω̨ ὡς ἐμέρισεν ὁ κύριος ἕκαστον ὡς κέκληκεν ὁ θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ται̃ς ἐκκλησίαις πάσαις διατάσσομαι
18 περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστία̨ κέκληταί τις μὴ περιτεμνέσθω
19 ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολω̃ν θεου̃
20 ἕκαστος ἐν τη̨̃ κλήσει ἡ̨̃ ἐκλήθη ἐν ταύτη̨ μενέτω
21 δου̃λος ἐκλήθης μή σοι μελέτω ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μα̃λλον χρη̃σαι
22 ὁ γὰρ ἐν κυρίω̨ κληθεὶς δου̃λος ἀπελεύθερος κυρίου ἐστίν ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δου̃λός ἐστιν Χριστου̃
23 τιμη̃ς ἠγοράσθητε μὴ γίνεσθε δου̃λοι ἀνθρώπων
24 ἕκαστος ἐν ὡ̨̃ ἐκλήθη ἀδελφοί ἐν τούτω̨ μενέτω παρὰ θεω̨̃
25 περὶ δὲ τω̃ν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπò κυρίου πιστòς εἰ̃ναι
26 νομίζω οὐ̃ν του̃το καλòν ὑπάρχειν διὰ τὴν ἐνεστω̃σαν ἀνάγκην ὅτι καλòν ἀνθρώπω̨ τò οὕτως εἰ̃ναι
27 δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπò γυναικός μὴ ζήτει γυναι̃κα
28 ἐὰν δὲ καὶ γαμήση̨ς οὐχ ἥμαρτες καὶ ἐὰν γήμη̨ ἡ παρθένος οὐχ ἥμαρτεν θλι̃ψιν δὲ τη̨̃ σαρκὶ ἕξουσιν οἱ τοιου̃τοι ἐγὼ δὲ ὑμω̃ν φείδομαι
29 του̃το δέ φημι ἀδελφοί ὁ καιρòς συνεσταλμένος ἐστίν τò λοιπòν ἵνα καὶ οἱ ἔχοντες γυναι̃κας ὡς μὴ ἔχοντες ὠ̃σιν
30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες
31 καὶ οἱ χρώμενοι τòν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τò σχη̃μα του̃ κόσμου τούτου
32 θέλω δὲ ὑμα̃ς ἀμερίμνους εἰ̃ναι ὁ ἄγαμος μεριμνα̨̃ τὰ του̃ κυρίου πω̃ς ἀρέση̨ τω̨̃ κυρίω̨
33 ὁ δὲ γαμήσας μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τη̨̃ γυναικί
34 καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνα̨̃ τὰ του̃ κυρίου ἵνα ἠ̨̃ ἁγία καὶ τω̨̃ σώματι καὶ τω̨̃ πνεύματι ἡ δὲ γαμήσασα μεριμνα̨̃ τὰ του̃ κόσμου πω̃ς ἀρέση̨ τω̨̃ ἀνδρί
35 του̃το δὲ πρòς τò ὑμω̃ν αὐτω̃ν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμι̃ν ἐπιβάλω ἀλλὰ πρòς τò εὔσχημον καὶ εὐπάρεδρον τω̨̃ κυρίω̨ ἀπερισπάστως
36 εἰ δέ τις ἀσχημονει̃ν ἐπὶ τὴν παρθένον αὐτου̃ νομίζει ἐὰν ἠ̨̃ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν
37 ὃς δὲ ἕστηκεν ἐν τη̨̃ καρδία̨ αὐτου̃ ἑδραι̃ος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ του̃ ἰδίου θελήματος καὶ του̃το κέκρικεν ἐν τη̨̃ ἰδία̨ καρδία̨ τηρει̃ν τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιήσει
38 ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτου̃ παρθένον καλω̃ς ποιει̃ καὶ ὁ μὴ γαμίζων κρει̃σσον ποιήσει
39 γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζη̨̃ ὁ ἀνὴρ αὐτη̃ς ἐὰν δὲ κοιμηθη̨̃ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ὡ̨̃ θέλει γαμηθη̃ναι μόνον ἐν κυρίω̨
40 μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνη̨ κατὰ τὴν ἐμὴν γνώμην δοκω̃ δὲ κἀγὼ πνευ̃μα θεου̃ ἔχειν

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 8

1 περὶ δὲ τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνω̃σιν ἔχομεν ἡ γνω̃σις φυσιοι̃ ἡ δὲ ἀγάπη οἰκοδομει̃
2 εἴ τις δοκει̃ ἐγνωκέναι τι οὔπω ἔγνω καθὼς δει̃ γνω̃ναι
3 εἰ δέ τις ἀγαπα̨̃ τòν θεόν οὑ̃τος ἔγνωσται ὑπ' αὐτου̃
4 περὶ τη̃ς βρώσεως οὐ̃ν τω̃ν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμω̨ καὶ ὅτι οὐδεὶς θεòς εἰ μὴ εἱ̃ς
5 καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανω̨̃ εἴτε ἐπὶ γη̃ς ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί
6 ἀλλ' ἡμι̃ν εἱ̃ς θεòς ὁ πατήρ ἐξ οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς εἰς αὐτόν καὶ εἱ̃ς κύριος ’Ιησου̃ς Χριστός δι' οὑ̃ τὰ πάντα καὶ ἡμει̃ς δι' αὐτου̃
7 ἀλλ' οὐκ ἐν πα̃σιν ἡ γνω̃σις τινὲς δὲ τη̨̃ συνηθεία̨ ἕως ἄρτι του̃ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτω̃ν ἀσθενὴς οὐ̃σα μολύνεται
8 βρω̃μα δὲ ἡμα̃ς οὐ παραστήσει τω̨̃ θεω̨̃ οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα οὔτε ἐὰν φάγωμεν περισσεύομεν
9 βλέπετε δὲ μή πως ἡ ἐξουσία ὑμω̃ν αὕτη πρόσκομμα γένηται τοι̃ς ἀσθενέσιν
10 ἐὰν γάρ τις ἴδη̨ σὲ τòν ἔχοντα γνω̃σιν ἐν εἰδωλείω̨ κατακείμενον οὐχὶ ἡ συνείδησις αὐτου̃ ἀσθενου̃ς ὄντος οἰκοδομηθήσεται εἰς τò τὰ εἰδωλόθυτα ἐσθίειν
11 ἀπόλλυται γὰρ ὁ ἀσθενω̃ν ἐν τη̨̃ ση̨̃ γνώσει ὁ ἀδελφòς δι' ὃν Χριστòς ἀπέθανεν
12 οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτω̃ν τὴν συνείδησιν ἀσθενου̃σαν εἰς Χριστòν ἁμαρτάνετε
13 διόπερ εἰ βρω̃μα σκανδαλίζει τòν ἀδελφόν μου οὐ μὴ φάγω κρέα εἰς τòν αἰω̃να ἵνα μὴ τòν ἀδελφόν μου σκανδαλίσω

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 9

1 οὐκ εἰμὶ ἐλεύθερος οὐκ εἰμὶ ἀπόστολος οὐχὶ ’Ιησου̃ν τòν κύριον ἡμω̃ν ἑώρακα οὐ τò ἔργον μου ὑμει̃ς ἐστε ἐν κυρίω̨
2 εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος ἀλλά γε ὑμι̃ν εἰμι ἡ γὰρ σφραγίς μου τη̃ς ἀποστολη̃ς ὑμει̃ς ἐστε ἐν κυρίω̨
3 ἡ ἐμὴ ἀπολογία τοι̃ς ἐμὲ ἀνακρίνουσίν ἐστιν αὕτη
4 μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγει̃ν καὶ πει̃ν
5 μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναι̃κα περιάγειν ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ του̃ κυρίου καὶ Κηφα̃ς
6 ἢ μόνος ἐγὼ καὶ Βαρναβα̃ς οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελω̃να καὶ τòν καρπòν αὐτου̃ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ του̃ γάλακτος τη̃ς ποίμνης οὐκ ἐσθίει
8 μὴ κατὰ ἄνθρωπον ταυ̃τα λαλω̃ ἢ καὶ ὁ νόμος ταυ̃τα οὐ λέγει
9 ἐν γὰρ τω̨̃ Μωϋσέως νόμω̨ γέγραπται οὐ κημώσεις βου̃ν ἀλοω̃ντα μὴ τω̃ν βοω̃ν μέλει τω̨̃ θεω̨̃
10 ἢ δι' ἡμα̃ς πάντως λέγει δι' ἡμα̃ς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριω̃ν ἀροτρια̃ν καὶ ὁ ἀλοω̃ν ἐπ' ἐλπίδι του̃ μετέχειν
11 εἰ ἡμει̃ς ὑμι̃ν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμει̃ς ὑμω̃ν τὰ σαρκικὰ θερίσομεν
12 εἰ ἄλλοι τη̃ς ὑμω̃ν ἐξουσίας μετέχουσιν οὐ μα̃λλον ἡμει̃ς ἀλλ' οὐκ ἐχρησάμεθα τη̨̃ ἐξουσία̨ ταύτη̨ ἀλλὰ πάντα στέγομεν ἵνα μή τινα ἐγκοπὴν δω̃μεν τω̨̃ εὐαγγελίω̨ του̃ Χριστου̃
13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ του̃ ἱερου̃ ἐσθίουσιν οἱ τω̨̃ θυσιαστηρίω̨ παρεδρεύοντες τω̨̃ θυσιαστηρίω̨ συμμερίζονται
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοι̃ς τò εὐαγγέλιον καταγγέλλουσιν ἐκ του̃ εὐαγγελίου ζη̃ν
15 ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταυ̃τα ἵνα οὕτως γένηται ἐν ἐμοί καλòν γάρ μοι μα̃λλον ἀποθανει̃ν ἤ τò καύχημά μου οὐδεὶς κενώσει
16 ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι
17 εἰ γὰρ ἑκὼν του̃το πράσσω μισθòν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι
18 τίς οὐ̃ν μού ἐστιν ὁ μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τò εὐαγγέλιον εἰς τò μὴ καταχρήσασθαι τη̨̃ ἐξουσία̨ μου ἐν τω̨̃ εὐαγγελίω̨
19 ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πα̃σιν ἐμαυτòν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω
20 καὶ ἐγενόμην τοι̃ς ’Ιουδαίοις ὡς ’Ιουδαι̃ος ἵνα ’Ιουδαίους κερδήσω τοι̃ς ὑπò νόμον ὡς ὑπò νόμον μὴ ὢν αὐτòς ὑπò νόμον ἵνα τοὺς ὑπò νόμον κερδήσω
21 τοι̃ς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος θεου̃ ἀλλ' ἔννομος Χριστου̃ ἵνα κερδάνω τοὺς ἀνόμους
22 ἐγενόμην τοι̃ς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενει̃ς κερδήσω τοι̃ς πα̃σιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω
23 πάντα δὲ ποιω̃ διὰ τò εὐαγγέλιον ἵνα συγκοινωνòς αὐτου̃ γένωμαι
24 οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίω̨ τρέχοντες πάντες μὲν τρέχουσιν εἱ̃ς δὲ λαμβάνει τò βραβει̃ον οὕτως τρέχετε ἵνα καταλάβητε
25 πα̃ς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκει̃νοι μὲν οὐ̃ν ἵνα φθαρτòν στέφανον λάβωσιν ἡμει̃ς δὲ ἄφθαρτον
26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων
27 ἀλλὰ ὑπωπιάζω μου τò σω̃μα καὶ δουλαγωγω̃ μή πως ἄλλοις κηρύξας αὐτòς ἀδόκιμος γένωμαι

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 10

1 οὐ θέλω γὰρ ὑμα̃ς ἀγνοει̃ν ἀδελφοί ὅτι οἱ πατέρες ἡμω̃ν πάντες ὑπò τὴν νεφέλην ἠ̃σαν καὶ πάντες διὰ τη̃ς θαλάσσης διη̃λθον
2 καὶ πάντες εἰς τòν Μωϋση̃ν ἐβαπτίσθησαν ἐν τη̨̃ νεφέλη̨ καὶ ἐν τη̨̃ θαλάσση̨
3 καὶ πάντες τò αὐτò πνευματικòν βρω̃μα ἔφαγον
4 καὶ πάντες τò αὐτò πνευματικòν ἔπιον πόμα ἔπινον γὰρ ἐκ πνευματικη̃ς ἀκολουθούσης πέτρας ἡ πέτρα δὲ ἠ̃ν ὁ Χριστός
5 ἀλλ' οὐκ ἐν τοι̃ς πλείοσιν αὐτω̃ν εὐδόκησεν ὁ θεός κατεστρώθησαν γὰρ ἐν τη̨̃ ἐρήμω̨
6 ταυ̃τα δὲ τύποι ἡμω̃ν ἐγενήθησαν εἰς τò μὴ εἰ̃ναι ἡμα̃ς ἐπιθυμητὰς κακω̃ν καθὼς κἀκει̃νοι ἐπεθύμησαν
7 μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτω̃ν ὥσπερ γέγραπται ἐκάθισεν ὁ λαòς φαγει̃ν καὶ πει̃ν καὶ ἀνέστησαν παίζειν
8 μηδὲ πορνεύωμεν καθώς τινες αὐτω̃ν ἐπόρνευσαν καὶ ἔπεσαν μια̨̃ ἡμέρα̨ εἴκοσι τρει̃ς χιλιάδες
9 μηδὲ ἐκπειράζωμεν τòν Χριστόν καθώς τινες αὐτω̃ν ἐπείρασαν καὶ ὑπò τω̃ν ὄφεων ἀπώλλυντο
10 μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτω̃ν ἐγόγγυσαν καὶ ἀπώλοντο ὑπò του̃ ὀλοθρευτου̃
11 ταυ̃τα δὲ τυπικω̃ς συνέβαινεν ἐκείνοις ἐγράφη δὲ πρòς νουθεσίαν ἡμω̃ν εἰς οὓς τὰ τέλη τω̃ν αἰώνων κατήντηκεν
12 ὥστε ὁ δοκω̃ν ἑστάναι βλεπέτω μὴ πέση̨
13 πειρασμòς ὑμα̃ς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος πιστòς δὲ ὁ θεός ὃς οὐκ ἐάσει ὑμα̃ς πειρασθη̃ναι ὑπὲρ ὃ δύνασθε ἀλλὰ ποιήσει σὺν τω̨̃ πειρασμω̨̃ καὶ τὴν ἔκβασιν του̃ δύνασθαι ὑπενεγκει̃ν
14 διόπερ ἀγαπητοί μου φεύγετε ἀπò τη̃ς εἰδωλολατρίας
15 ὡς φρονίμοις λέγω κρίνατε ὑμει̃ς ὅ φημι
16 τò ποτήριον τη̃ς εὐλογίας ὃ εὐλογου̃μεν οὐχὶ κοινωνία ἐστὶν του̃ αἵματος του̃ Χριστου̃ τòν ἄρτον ὃν κλω̃μεν οὐχὶ κοινωνία του̃ σώματος του̃ Χριστου̃ ἐστιν
17 ὅτι εἱ̃ς ἄρτος ἓν σω̃μα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ του̃ ἑνòς ἄρτου μετέχομεν
18 βλέπετε τòν ’Ισραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ του̃ θυσιαστηρίου εἰσίν
19 τί οὐ̃ν φημι ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν
20 ἀλλ' ὅτι ἃ θύουσιν δαιμονίοις καὶ οὐ θεω̨̃ θύουσιν οὐ θέλω δὲ ὑμα̃ς κοινωνοὺς τω̃ν δαιμονίων γίνεσθαι
21 οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων
22 ἢ παραζηλου̃μεν τòν κύριον μὴ ἰσχυρότεροι αὐτου̃ ἐσμεν
23 πάντα ἔξεστιν ἀλλ' οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ' οὐ πάντα οἰκοδομει̃
24 μηδεὶς τò ἑαυτου̃ ζητείτω ἀλλὰ τò του̃ ἑτέρου
25 πα̃ν τò ἐν μακέλλω̨ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
26 του̃ κυρίου γὰρ ἡ γη̃ καὶ τò πλήρωμα αὐτη̃ς
27 εἴ τις καλει̃ ὑμα̃ς τω̃ν ἀπίστων καὶ θέλετε πορεύεσθαι πα̃ν τò παρατιθέμενον ὑμι̃ν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν
28 ἐὰν δέ τις ὑμι̃ν εἴπη̨ του̃το ἱερόθυτόν ἐστιν μὴ ἐσθίετε δι' ἐκει̃νον τòν μηνύσαντα καὶ τὴν συνείδησιν
29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτου̃ ἀλλὰ τὴν του̃ ἑτέρου ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπò ἄλλης συνειδήσεως
30 εἰ ἐγὼ χάριτι μετέχω τί βλασφημου̃μαι ὑπὲρ οὑ̃ ἐγὼ εὐχαριστω̃
31 εἴτε οὐ̃ν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιει̃τε πάντα εἰς δόξαν θεου̃ ποιει̃τε
32 ἀπρόσκοποι καὶ ’Ιουδαίοις γίνεσθε καὶ ‘Έλλησιν καὶ τη̨̃ ἐκκλησία̨ του̃ θεου̃
33 καθὼς κἀγὼ πάντα πα̃σιν ἀρέσκω μὴ ζητω̃ν τò ἐμαυτου̃ σύμφορον ἀλλὰ τò τω̃ν πολλω̃ν ἵνα σωθω̃σιν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.