Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α, κεφαλίς 3

ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμι̃ν ὁ πατὴρ ἵνα τέκνα θεου̃ κληθω̃μεν καὶ ἐσμέν διὰ του̃το ὁ κόσμος οὐ γινώσκει ἡμα̃ς ὅτι οὐκ ἔγνω αὐτόν
ἀγαπητοί νυ̃ν τέκνα θεου̃ ἐσμεν καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα οἴδαμεν ὅτι ἐὰν φανερωθη̨̃ ὅμοιοι αὐτω̨̃ ἐσόμεθα ὅτι ὀψόμεθα αὐτòν καθώς ἐστιν
καὶ πα̃ς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ' αὐτω̨̃ ἁγνίζει ἑαυτòν καθὼς ἐκει̃νος ἁγνός ἐστιν
πα̃ς ὁ ποιω̃ν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιει̃ καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία
καὶ οἴδατε ὅτι ἐκει̃νος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρη̨ καὶ ἁμαρτία ἐν αὐτω̨̃ οὐκ ἔστιν
πα̃ς ὁ ἐν αὐτω̨̃ μένων οὐχ ἁμαρτάνει πα̃ς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτòν οὐδὲ ἔγνωκεν αὐτόν
τεκνία μηδεὶς πλανάτω ὑμα̃ς ὁ ποιω̃ν τὴν δικαιοσύνην δίκαιός ἐστιν καθὼς ἐκει̃νος δίκαιός ἐστιν
ὁ ποιω̃ν τὴν ἁμαρτίαν ἐκ του̃ διαβόλου ἐστίν ὅτι ἀπ' ἀρχη̃ς ὁ διάβολος ἁμαρτάνει εἰς του̃το ἐφανερώθη ὁ υἱòς του̃ θεου̃ ἵνα λύση̨ τὰ ἔργα του̃ διαβόλου
πα̃ς ὁ γεγεννημένος ἐκ του̃ θεου̃ ἁμαρτίαν οὐ ποιει̃ ὅτι σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ μένει καὶ οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ του̃ θεου̃ γεγέννηται
10 ἐν τούτω̨ φανερά ἐστιν τὰ τέκνα του̃ θεου̃ καὶ τὰ τέκνα του̃ διαβόλου πα̃ς ὁ μὴ ποιω̃ν δικαιοσύνην οὐκ ἔστιν ἐκ του̃ θεου̃ καὶ ὁ μὴ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃
11 ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ' ἀρχη̃ς ἵνα ἀγαπω̃μεν ἀλλήλους
12 οὐ καθὼς Κάϊν ἐκ του̃ πονηρου̃ ἠ̃ν καὶ ἔσφαξεν τòν ἀδελφòν αὐτου̃ καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ὅτι τὰ ἔργα αὐτου̃ πονηρὰ ἠ̃ν τὰ δὲ του̃ ἀδελφου̃ αὐτου̃ δίκαια
13 καὶ μὴ θαυμάζετε ἀδελφοί εἰ μισει̃ ὑμα̃ς ὁ κόσμος
14 ἡμει̃ς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ του̃ θανάτου εἰς τὴν ζωήν ὅτι ἀγαπω̃μεν τοὺς ἀδελφούς ὁ μὴ ἀγαπω̃ν μένει ἐν τω̨̃ θανάτω̨
15 πα̃ς ὁ μισω̃ν τòν ἀδελφòν αὐτου̃ ἀνθρωποκτόνος ἐστίν καὶ οἴδατε ὅτι πα̃ς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτω̨̃ μένουσαν
16 ἐν τούτω̨ ἐγνώκαμεν τὴν ἀγάπην ὅτι ἐκει̃νος ὑπὲρ ἡμω̃ν τὴν ψυχὴν αὐτου̃ ἔθηκεν καὶ ἡμει̃ς ὀφείλομεν ὑπὲρ τω̃ν ἀδελφω̃ν τὰς ψυχὰς θει̃ναι
17 ὃς δ' ἂν ἔχη̨ τòν βίον του̃ κόσμου καὶ θεωρη̨̃ τòν ἀδελφòν αὐτου̃ χρείαν ἔχοντα καὶ κλείση̨ τὰ σπλάγχνα αὐτου̃ ἀπ' αὐτου̃ πω̃ς ἡ ἀγάπη του̃ θεου̃ μένει ἐν αὐτω̨̃
18 τεκνία μὴ ἀγαπω̃μεν λόγω̨ μηδὲ τη̨̃ γλώσση̨ ἀλλὰ ἐν ἔργω̨ καὶ ἀληθεία̨
19 καὶ ἐν τούτω̨ γνωσόμεθα ὅτι ἐκ τη̃ς ἀληθείας ἐσμέν καὶ ἔμπροσθεν αὐτου̃ πείσομεν τὴν καρδίαν ἡμω̃ν
20 ὅτι ἐὰν καταγινώσκη̨ ἡμω̃ν ἡ καρδία ὅτι μείζων ἐστὶν ὁ θεòς τη̃ς καρδίας ἡμω̃ν καὶ γινώσκει πάντα
21 ἀγαπητοί ἐὰν ἡ καρδία ἡμω̃ν μὴ καταγινώσκη̨ παρρησίαν ἔχομεν πρòς τòν θεόν
22 καὶ ὃ ἐὰν αἰτω̃μεν λαμβάνομεν ἀπ' αὐτου̃ ὅτι τὰς ἐντολὰς αὐτου̃ τηρου̃μεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτου̃ ποιου̃μεν
23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτου̃ ἵνα πιστεύσωμεν τω̨̃ ὀνόματι του̃ υἱου̃ αὐτου̃ ’Ιησου̃ Χριστου̃ καὶ ἀγαπω̃μεν ἀλλήλους καθὼς ἔδωκεν ἐντολὴν ἡμι̃ν
24 καὶ ὁ τηρω̃ν τὰς ἐντολὰς αὐτου̃ ἐν αὐτω̨̃ μένει καὶ αὐτòς ἐν αὐτω̨̃ καὶ ἐν τούτω̨ γινώσκομεν ὅτι μένει ἐν ἡμι̃ν ἐκ του̃ πνεύματος οὑ̃ ἡμι̃ν ἔδωκεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.