Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α, κεφαλίς 4

ἀγαπητοί μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ του̃ θεου̃ ἐστιν ὅτι πολλοὶ ψευδοπροφη̃ται ἐξεληλύθασιν εἰς τòν κόσμον
ἐν τούτω̨ γινώσκετε τò πνευ̃μα του̃ θεου̃ πα̃ν πνευ̃μα ὃ ὁμολογει̃ ’Ιησου̃ν Χριστòν ἐν σαρκὶ ἐληλυθότα ἐκ του̃ θεου̃ ἐστιν
καὶ πα̃ν πνευ̃μα ὃ μὴ ὁμολογει̃ τòν ’Ιησου̃ν ἐκ του̃ θεου̃ οὐκ ἔστιν καὶ του̃τό ἐστιν τò του̃ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται καὶ νυ̃ν ἐν τω̨̃ κόσμω̨ ἐστὶν ἤδη
ὑμει̃ς ἐκ του̃ θεου̃ ἐστε τεκνία καὶ νενικήκατε αὐτούς ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμι̃ν ἢ ὁ ἐν τω̨̃ κόσμω̨
αὐτοὶ ἐκ του̃ κόσμου εἰσίν διὰ του̃το ἐκ του̃ κόσμου λαλου̃σιν καὶ ὁ κόσμος αὐτω̃ν ἀκούει
ἡμει̃ς ἐκ του̃ θεου̃ ἐσμεν ὁ γινώσκων τòν θεòν ἀκούει ἡμω̃ν ὃς οὐκ ἔστιν ἐκ του̃ θεου̃ οὐκ ἀκούει ἡμω̃ν ἐκ τούτου γινώσκομεν τò πνευ̃μα τη̃ς ἀληθείας καὶ τò πνευ̃μα τη̃ς πλάνης
ἀγαπητοί ἀγαπω̃μεν ἀλλήλους ὅτι ἡ ἀγάπη ἐκ του̃ θεου̃ ἐστιν καὶ πα̃ς ὁ ἀγαπω̃ν ἐκ του̃ θεου̃ γεγέννηται καὶ γινώσκει τòν θεόν
ὁ μὴ ἀγαπω̃ν οὐκ ἔγνω τòν θεόν ὅτι ὁ θεòς ἀγάπη ἐστίν
ἐν τούτω̨ ἐφανερώθη ἡ ἀγάπη του̃ θεου̃ ἐν ἡμι̃ν ὅτι τòν υἱòν αὐτου̃ τòν μονογενη̃ ἀπέσταλκεν ὁ θεòς εἰς τòν κόσμον ἵνα ζήσωμεν δι' αὐτου̃
10 ἐν τούτω̨ ἐστὶν ἡ ἀγάπη οὐχ ὅτι ἡμει̃ς ἠγαπήκαμεν τòν θεόν ἀλλ' ὅτι αὐτòς ἠγάπησεν ἡμα̃ς καὶ ἀπέστειλεν τòν υἱòν αὐτου̃ ἱλασμòν περὶ τω̃ν ἁμαρτιω̃ν ἡμω̃ν
11 ἀγαπητοί εἰ οὕτως ὁ θεòς ἠγάπησεν ἡμα̃ς καὶ ἡμει̃ς ὀφείλομεν ἀλλήλους ἀγαπα̃ν
12 θεòν οὐδεὶς πώποτε τεθέαται ἐὰν ἀγαπω̃μεν ἀλλήλους ὁ θεòς ἐν ἡμι̃ν μένει καὶ ἡ ἀγάπη αὐτου̃ ἐν ἡμι̃ν τετελειωμένη ἐστιν
13 ἐν τούτω̨ γινώσκομεν ὅτι ἐν αὐτω̨̃ μένομεν καὶ αὐτòς ἐν ἡμι̃ν ὅτι ἐκ του̃ πνεύματος αὐτου̃ δέδωκεν ἡμι̃ν
14 καὶ ἡμει̃ς τεθεάμεθα καὶ μαρτυρου̃μεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τòν υἱòν σωτη̃ρα του̃ κόσμου
15 ὃς ἐὰν ὁμολογήση̨ ὅτι ’Ιησου̃ς ἐστιν ὁ υἱòς του̃ θεου̃ ὁ θεòς ἐν αὐτω̨̃ μένει καὶ αὐτòς ἐν τω̨̃ θεω̨̃
16 καὶ ἡμει̃ς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεòς ἐν ἡμι̃ν ὁ θεòς ἀγάπη ἐστίν καὶ ὁ μένων ἐν τη̨̃ ἀγάπη̨ ἐν τω̨̃ θεω̨̃ μένει καὶ ὁ θεòς ἐν αὐτω̨̃ μένει
17 ἐν τούτω̨ τετελείωται ἡ ἀγάπη μεθ' ἡμω̃ν ἵνα παρρησίαν ἔχωμεν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς κρίσεως ὅτι καθὼς ἐκει̃νός ἐστιν καὶ ἡμει̃ς ἐσμεν ἐν τω̨̃ κόσμω̨ τούτω̨
18 φόβος οὐκ ἔστιν ἐν τη̨̃ ἀγάπη̨ ἀλλ' ἡ τελεία ἀγάπη ἔξω βάλλει τòν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τη̨̃ ἀγάπη̨
19 ἡμει̃ς ἀγαπω̃μεν ὅτι αὐτòς πρω̃τος ἠγάπησεν ἡμα̃ς
20 ἐάν τις εἴπη̨ ὅτι ἀγαπω̃ τòν θεόν καὶ τòν ἀδελφòν αὐτου̃ μιση̨̃ ψεύστης ἐστίν ὁ γὰρ μὴ ἀγαπω̃ν τòν ἀδελφòν αὐτου̃ ὃν ἑώρακεν τòν θεòν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπα̃ν
21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ' αὐτου̃ ἵνα ὁ ἀγαπω̃ν τòν θεòν ἀγαπα̨̃ καὶ τòν ἀδελφòν αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.