Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α, κεφαλίς 5

1 πα̃ς ὁ πιστεύων ὅτι ’Ιησου̃ς ἐστιν ὁ Χριστòς ἐκ του̃ θεου̃ γεγέννηται καὶ πα̃ς ὁ ἀγαπω̃ν τòν γεννήσαντα ἀγαπα̨̃ καὶ τòν γεγεννημένον ἐξ αὐτου̃
2 ἐν τούτω̨ γινώσκομεν ὅτι ἀγαπω̃μεν τὰ τέκνα του̃ θεου̃ ὅταν τòν θεòν ἀγαπω̃μεν καὶ τὰς ἐντολὰς αὐτου̃ ποιω̃μεν
3 αὕτη γάρ ἐστιν ἡ ἀγάπη του̃ θεου̃ ἵνα τὰς ἐντολὰς αὐτου̃ τηρω̃μεν καὶ αἱ ἐντολαὶ αὐτου̃ βαρει̃αι οὐκ εἰσίν
4 ὅτι πα̃ν τò γεγεννημένον ἐκ του̃ θεου̃ νικα̨̃ τòν κόσμον καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τòν κόσμον ἡ πίστις ἡμω̃ν
5 τίς δέ ἐστιν ὁ νικω̃ν τòν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι ’Ιησου̃ς ἐστιν ὁ υἱòς του̃ θεου̃
6 οὑ̃τός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος ’Ιησου̃ς Χριστός οὐκ ἐν τω̨̃ ὕδατι μόνον ἀλλ' ἐν τω̨̃ ὕδατι καὶ ἐν τω̨̃ αἵματι καὶ τò πνευ̃μά ἐστιν τò μαρτυρου̃ν ὅτι τò πνευ̃μά ἐστιν ἡ ἀλήθεια
7 ὅτι τρει̃ς εἰσιν οἱ μαρτυρου̃ντες
8 τò πνευ̃μα καὶ τò ὕδωρ καὶ τò αἱ̃μα καὶ οἱ τρει̃ς εἰς τò ἕν εἰσιν
9 εἰ τὴν μαρτυρίαν τω̃ν ἀνθρώπων λαμβάνομεν ἡ μαρτυρία του̃ θεου̃ μείζων ἐστίν ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία του̃ θεου̃ ὅτι μεμαρτύρηκεν περὶ του̃ υἱου̃ αὐτου̃
10 ὁ πιστεύων εἰς τòν υἱòν του̃ θεου̃ ἔχει τὴν μαρτυρίαν ἐν ἑαυτω̨̃ ὁ μὴ πιστεύων τω̨̃ θεω̨̃ ψεύστην πεποίηκεν αὐτόν ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεòς περὶ του̃ υἱου̃ αὐτου̃
11 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμι̃ν ὁ θεός καὶ αὕτη ἡ ζωὴ ἐν τω̨̃ υἱω̨̃ αὐτου̃ ἐστιν
12 ὁ ἔχων τòν υἱòν ἔχει τὴν ζωήν ὁ μὴ ἔχων τòν υἱòν του̃ θεου̃ τὴν ζωὴν οὐκ ἔχει
13 ταυ̃τα ἔγραψα ὑμι̃ν ἵνα εἰδη̃τε ὅτι ζωὴν ἔχετε αἰώνιον τοι̃ς πιστεύουσιν εἰς τò ὄνομα του̃ υἱου̃ του̃ θεου̃
14 καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρòς αὐτόν ὅτι ἐάν τι αἰτώμεθα κατὰ τò θέλημα αὐτου̃ ἀκούει ἡμω̃ν
15 καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμω̃ν ὃ ἐὰν αἰτώμεθα οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ἠ̨τήκαμεν ἀπ' αὐτου̃
16 ἐάν τις ἴδη̨ τòν ἀδελφòν αὐτου̃ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρòς θάνατον αἰτήσει καὶ δώσει αὐτω̨̃ ζωήν τοι̃ς ἁμαρτάνουσιν μὴ πρòς θάνατον ἔστιν ἁμαρτία πρòς θάνατον οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήση̨
17 πα̃σα ἀδικία ἁμαρτία ἐστίν καὶ ἔστιν ἁμαρτία οὐ πρòς θάνατον
18 οἴδαμεν ὅτι πα̃ς ὁ γεγεννημένος ἐκ του̃ θεου̃ οὐχ ἁμαρτάνει ἀλλ' ὁ γεννηθεὶς ἐκ του̃ θεου̃ τηρει̃ αὐτόν καὶ ὁ πονηρòς οὐχ ἅπτεται αὐτου̃
19 οἴδαμεν ὅτι ἐκ του̃ θεου̃ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τω̨̃ πονηρω̨̃ κει̃ται
20 οἴδαμεν δὲ ὅτι ὁ υἱòς του̃ θεου̃ ἥκει καὶ δέδωκεν ἡμι̃ν διάνοιαν ἵνα γινώσκωμεν τòν ἀληθινόν καὶ ἐσμὲν ἐν τω̨̃ ἀληθινω̨̃ ἐν τω̨̃ υἱω̨̃ αὐτου̃ ’Ιησου̃ Χριστω̨̃ οὑ̃τός ἐστιν ὁ ἀληθινòς θεòς καὶ ζωὴ αἰώνιος
21 τεκνία φυλάξατε ἑαυτὰ ἀπò τω̃ν εἰδώλων
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.