ΒΑΣΙΛΕΙΩΝ Α,
κεφαλίς 10,
στἰχοι 5-10
5 καὶ μετὰ ταυ̃τα εἰσελεύση̨ εἰς τὸν βουνὸν του̃ θεου̃ οὑ̃ ἐστιν ἐκει̃ τὸ ἀνάστημα τω̃ν ἀλλοφύλων ἐκει̃ Νασιβ ὁ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκει̃ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορω̨̃ προφητω̃ν καταβαινόντων ἐκ τη̃ς Βαμα καὶ ἔμπροσθεν αὐτω̃ν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες |
6 καὶ ἐφαλει̃ται ἐπὶ σὲ πνευ̃μα κυρίου καὶ προφητεύσεις μετ' αὐτω̃ν καὶ στραφήση̨ εἰς ἄνδρα ἄλλον |
7 καὶ ἔσται ὅταν ἥξει τὰ σημει̃α ταυ̃τα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρη̨ ἡ χείρ σου ὅτι θεὸς μετὰ σου̃ |
8 καὶ καταβήση̨ ἔμπροσθεν τη̃ς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκει̃ν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως του̃ ἐλθει̃ν με πρὸς σέ καὶ γνωρίσω σοι ἃ ποιήσεις |
9 καὶ ἐγενήθη ὥστε ἐπιστραφη̃ναι τω̨̃ ὤμω̨ αὐτου̃ ἀπελθει̃ν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτω̨̃ ὁ θεὸς καρδίαν ἄλλην καὶ ἠ̃λθεν πάντα τὰ σημει̃α ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ |
10 καὶ ἔρχεται ἐκει̃θεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητω̃ν ἐξ ἐναντίας αὐτου̃ καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα θεου̃ καὶ ἐπροφήτευσεν ἐν μέσω̨ αὐτω̃ν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.