Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 10

καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν του̃ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐφίλησεν αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτου̃ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαω̨̃ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρω̃ν αὐτου̃ κυκλόθεν καὶ του̃τό σοι τὸ σημει̃ον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτου̃ εἰς ἄρχοντα
ὡς ἂν ἀπέλθη̨ς σήμερον ἀπ' ἐμου̃ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοι̃ς τάφοις Ραχηλ ἐν τω̨̃ ὁρίω̨ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐρου̃σίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητει̃ν καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥη̃μα τω̃ν ὄνων καὶ ἐδαψιλεύσατο δι' ὑμα̃ς λέγων τί ποιήσω ὑπὲρ του̃ υἱου̃ μου
καὶ ἀπελεύσει ἐκει̃θεν καὶ ἐπέκεινα ἥξεις ἕως τη̃ς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκει̃ τρει̃ς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγει̃α ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου
καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων καὶ λήμψη̨ ἐκ τη̃ς χειρὸς αὐτω̃ν
καὶ μετὰ ταυ̃τα εἰσελεύση̨ εἰς τὸν βουνὸν του̃ θεου̃ οὑ̃ ἐστιν ἐκει̃ τὸ ἀνάστημα τω̃ν ἀλλοφύλων ἐκει̃ Νασιβ ὁ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκει̃ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορω̨̃ προφητω̃ν καταβαινόντων ἐκ τη̃ς Βαμα καὶ ἔμπροσθεν αὐτω̃ν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες
καὶ ἐφαλει̃ται ἐπὶ σὲ πνευ̃μα κυρίου καὶ προφητεύσεις μετ' αὐτω̃ν καὶ στραφήση̨ εἰς ἄνδρα ἄλλον
καὶ ἔσται ὅταν ἥξει τὰ σημει̃α ταυ̃τα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρη̨ ἡ χείρ σου ὅτι θεὸς μετὰ σου̃
καὶ καταβήση̨ ἔμπροσθεν τη̃ς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκει̃ν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως του̃ ἐλθει̃ν με πρὸς σέ καὶ γνωρίσω σοι ἃ ποιήσεις
καὶ ἐγενήθη ὥστε ἐπιστραφη̃ναι τω̨̃ ὤμω̨ αὐτου̃ ἀπελθει̃ν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτω̨̃ ὁ θεὸς καρδίαν ἄλλην καὶ ἠ̃λθεν πάντα τὰ σημει̃α ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
10 καὶ ἔρχεται ἐκει̃θεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητω̃ν ἐξ ἐναντίας αὐτου̃ καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα θεου̃ καὶ ἐπροφήτευσεν ἐν μέσω̨ αὐτω̃ν
11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἰ̃δον καὶ ἰδοὺ αὐτὸς ἐν μέσω̨ τω̃ν προφητω̃ν καὶ εἰ̃πεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ τί του̃το τὸ γεγονὸς τω̨̃ υἱω̨̃ Κις ἠ̃ καὶ Σαουλ ἐν προφήταις
12 καὶ ἀπεκρίθη τις αὐτω̃ν καὶ εἰ̃πεν καὶ τίς πατὴρ αὐτου̃ διὰ του̃το ἐγενήθη εἰς παραβολήν ἠ̃ καὶ Σαουλ ἐν προφήταις
13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν
14 καὶ εἰ̃πεν ὁ οἰκει̃ος αὐτου̃ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτου̃ που̃ ἐπορεύθητε καὶ εἰ̃παν ζητει̃ν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ
15 καὶ εἰ̃πεν ὁ οἰκει̃ος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἰ̃πέν σοι Σαμουηλ
16 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν οἰκει̃ον αὐτου̃ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥη̃μα τη̃ς βασιλείας οὐκ ἀπήγγειλεν αὐτω̨̃
17 καὶ παρήγγειλεν Σαμουηλ παντὶ τω̨̃ λαω̨̃ πρὸς κύριον εἰς Μασσηφα
18 καὶ εἰ̃πεν πρὸς υἱοὺς Ισραηλ τάδε εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμα̃ς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασω̃ν τω̃ν βασιλειω̃ν τω̃ν θλιβουσω̃ν ὑμα̃ς
19 καὶ ὑμει̃ς σήμερον ἐξουθενήκατε τὸν θεόν ὃς αὐτός ἐστιν ὑμω̃ν σωτὴρ ἐκ πάντων τω̃ν κακω̃ν ὑμω̃ν καὶ θλίψεων ὑμω̃ν καὶ εἴπατε οὐχί ἀλλ' ἢ ὅτι βασιλέα στήσεις ἐφ' ἡμω̃ν καὶ νυ̃ν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκη̃πτρα ὑμω̃ν καὶ κατὰ τὰς φυλὰς ὑμω̃ν
20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκη̃πτρα Ισραηλ καὶ κατακληρου̃ται σκη̃πτρον Βενιαμιν
21 καὶ προσάγει σκη̃πτρον Βενιαμιν εἰς φυλάς καὶ κατακληρου̃ται φυλὴ Ματταρι καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας καὶ κατακληρου̃ται Σαουλ υἱὸς Κις καὶ ἐζήτει αὐτόν καὶ οὐχ εὑρίσκετο
22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίω̨ εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταυ̃θα καὶ εἰ̃πεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοι̃ς σκεύεσιν
23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκει̃θεν καὶ κατέστησεν ἐν μέσω̨ του̃ λαου̃ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω
24 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτω̨̃ κύριος ὅτι οὐκ ἔστιν αὐτω̨̃ ὅμοιος ἐν πα̃σιν ὑμι̃ν καὶ ἔγνωσαν πα̃ς ὁ λαὸς καὶ εἰ̃παν ζήτω ὁ βασιλεύς
25 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα του̃ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίω̨ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπη̃λθεν ἕκαστος εἰς τὸν τόπον αὐτου̃
26 καὶ Σαουλ ἀπη̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὡ̃ν ἥψατο κύριος καρδίας αὐτω̃ν μετὰ Σαουλ
27 καὶ υἱοὶ λοιμοὶ εἰ̃παν τί σώσει ἡμα̃ς οὑ̃τος καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτω̨̃ δω̃ρα
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.