ΒΑΣΙΛΕΙΩΝ Α,
κεφαλίς 11
1 καὶ ἐγενήθη ὡς μετὰ μη̃να καὶ ἀνέβη Ναας ὁ Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ καὶ εἰ̃πον πάντες οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην διάθου ἡμι̃ν διαθήκην καὶ δουλεύσομέν σοι |
2 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης ἐν ταύτη̨ διαθήσομαι ὑμι̃ν διαθήκην ἐν τω̨̃ ἐξορύξαι ὑμω̃ν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ Ισραηλ |
3 καὶ λέγουσιν αὐτω̨̃ οἱ ἄνδρες Ιαβις ἄνες ἡμι̃ν ἑπτὰ ἡμέρας καὶ ἀποστελου̃μεν ἀγγέλους εἰς πα̃ν ὅριον Ισραηλ ἐὰν μὴ ἠ̨̃ ὁ σώ̨ζων ἡμα̃ς ἐξελευσόμεθα πρὸς ὑμα̃ς |
4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ λαλου̃σιν τοὺς λόγους εἰς τὰ ὠ̃τα του̃ λαου̃ καὶ ἠ̃ραν πα̃ς ὁ λαὸς τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν |
5 καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγρου̃ καὶ εἰ̃πεν Σαουλ τί ὅτι κλαίει ὁ λαός καὶ διηγου̃νται αὐτω̨̃ τὰ ῥήματα τω̃ν υἱω̃ν Ιαβις |
6 καὶ ἐφήλατο πνευ̃μα κυρίου ἐπὶ Σαουλ ὡς ἤκουσεν τὰ ῥήματα ταυ̃τα καὶ ἐθυμώθη ἐπ' αὐτοὺς ὀργὴ αὐτου̃ σφόδρα |
7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πα̃ν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοι̃ς βουσὶν αὐτου̃ καὶ ἐπη̃λθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἱ̃ς |
8 καὶ ἐπισκέπτεται αὐτοὺς Αβιεζεκ ἐν Βαμα πα̃ν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας |
9 καὶ εἰ̃πεν τοι̃ς ἀγγέλοις τοι̃ς ἐρχομένοις τάδε ἐρει̃τε τοι̃ς ἀνδράσιν Ιαβις αὔριον ὑμι̃ν ἡ σωτηρία διαθερμάναντος του̃ ἡλίου καὶ ἠ̃λθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοι̃ς ἀνδράσιν Ιαβις καὶ εὐφράνθησαν |
10 καὶ εἰ̃παν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμα̃ς καὶ ποιήσετε ἡμι̃ν τὸ ἀγαθὸν ἐνώπιον ὑμω̃ν |
11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρει̃ς ἀρχάς καὶ εἰσπορεύονται μέσον τη̃ς παρεμβολη̃ς ἐν φυλακη̨̃ τη̨̃ πρωινη̨̃ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοι̃ς δύο κατὰ τὸ αὐτό |
12 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαμουηλ τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμω̃ν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς |
13 καὶ εἰ̃πεν Σαουλ οὐκ ἀποθανει̃ται οὐδεὶς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ |
14 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθω̃μεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκει̃ τὴν βασιλείαν |
15 καὶ ἐπορεύθη πα̃ς ὁ λαὸς εἰς Γαλγαλα καὶ ἔχρισεν Σαμουηλ ἐκει̃ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκει̃ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη Σαμουηλ καὶ πα̃ς Ισραηλ ὥστε λίαν |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.