Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 14

καὶ γίνεται ἡμέρα καὶ εἰ̃πεν Ιωναθαν υἱὸς Σαουλ τω̨̃ παιδαρίω̨ τω̨̃ αἴροντι τὰ σκεύη αὐτου̃ δευ̃ρο καὶ διαβω̃μεν εἰς μεσσαβ τω̃ν ἀλλοφύλων τὴν ἐν τω̨̃ πέραν ἐκείνω̨ καὶ τω̨̃ πατρὶ αὐτου̃ οὐκ ἀπήγγειλεν
καὶ Σαουλ ἐκάθητο ἐπ' ἄκρου του̃ βουνου̃ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων καὶ ἠ̃σαν μετ' αὐτου̃ ὡς ἑξακόσιοι ἄνδρες
καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφου̃ Ιωχαβηδ υἱου̃ Φινεες υἱου̃ Ηλι ἱερεὺς του̃ θεου̃ ἐν Σηλωμ αἴρων εφουδ καὶ ὁ λαὸς οὐκ ἤ̨δει ὅτι πεπόρευται Ιωναθαν
καὶ ἀνὰ μέσον τη̃ς διαβάσεως οὑ̃ ἐζήτει Ιωναθαν διαβη̃ναι εἰς τὴν ὑπόστασιν τω̃ν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν ὄνομα τω̨̃ ἑνὶ Βαζες καὶ ὄνομα τω̨̃ ἄλλω̨ Σεννα
ἡ ὁδὸς ἡ μία ἀπὸ βορρα̃ ἐρχομένω̨ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένω̨ Γαβεε
καὶ εἰ̃πεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἰ̃ρον τὰ σκεύη αὐτου̃ δευ̃ρο διαβω̃μεν εἰς μεσσαβ τω̃ν ἀπεριτμήτων τούτων εἴ τι ποιήσαι ἡμι̃ν κύριος ὅτι οὐκ ἔστιν τω̨̃ κυρίω̨ συνεχόμενον σώ̨ζειν ἐν πολλοι̃ς ἢ ἐν ὀλίγοις
καὶ εἰ̃πεν αὐτω̨̃ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ποίει πα̃ν ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνη̨ ἰδοὺ ἐγὼ μετὰ σου̃ ὡς ἡ καρδία σου̃ καρδία μου̃
καὶ εἰ̃πεν Ιωναθαν ἰδοὺ ἡμει̃ς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς
ἐὰν τάδε εἴπωσιν πρὸς ἡμα̃ς ἀπόστητε ἐκει̃ ἕως ἂν ἀπαγγείλωμεν ὑμι̃ν καὶ στησόμεθα ἐφ' ἑαυτοι̃ς καὶ οὐ μὴ ἀναβω̃μεν ἐπ' αὐτούς
10 καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμα̃ς ἀνάβητε πρὸς ἡμα̃ς καὶ ἀναβησόμεθα ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ἡμω̃ν του̃το ἡμι̃ν τὸ σημει̃ον
11 καὶ εἰση̃λθον ἀμφότεροι εἰς μεσσαβ τω̃ν ἀλλοφύλων καὶ λέγουσιν οἱ ἀλλόφυλοι ἰδοὺ οἱ Εβραι̃οι ἐκπορεύονται ἐκ τω̃ν τρωγλω̃ν αὐτω̃ν οὑ̃ ἐκρύβησαν ἐκει̃
12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμα̃ς καὶ γνωριου̃μεν ὑμι̃ν ῥη̃μα καὶ εἰ̃πεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χει̃ρας Ισραηλ
13 καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χει̃ρας αὐτου̃ καὶ ἐπὶ τοὺς πόδας αὐτου̃ καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ μετ' αὐτου̃ καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν καὶ ἐπάταξεν αὐτούς καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ἐπεδίδου ὀπίσω αὐτου̃
14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη ἣν ἐπάταξεν Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν του̃ πεδίου
15 καὶ ἐγενήθη ἔκστασις ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ἐν ἀγρω̨̃ καὶ πα̃ς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν καὶ αὐτοὶ οὐκ ἤθελον ποιει̃ν καὶ ἐθάμβησεν ἡ γη̃ καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου
16 καὶ εἰ̃δον οἱ σκοποὶ του̃ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν
17 καὶ εἰ̃πεν Σαουλ τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμω̃ν καὶ ἐπεσκέψαντο καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃
18 καὶ εἰ̃πεν Σαουλ τω̨̃ Αχια προσάγαγε τὸ εφουδ ὅτι αὐτὸς ἠ̃ρεν τὸ εφουδ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐνώπιον Ισραηλ
19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα καὶ ὁ ἠ̃χος ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν ἱερέα συνάγαγε τὰς χει̃ράς σου
20 καὶ ἀνεβόησεν Σαουλ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ ἔρχονται ἕως του̃ πολέμου καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτου̃ σύγχυσις μεγάλη σφόδρα
21 καὶ οἱ δου̃λοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τω̃ν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἰ̃ναι μετὰ Ισραηλ τω̃ν μετὰ Σαουλ καὶ Ιωναθαν
22 καὶ πα̃ς Ισραηλ οἱ κρυπτόμενοι ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτω̃ν εἰς πόλεμον
23 καὶ ἔσωσεν κύριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὸν Ισραηλ καὶ ὁ πόλεμος διη̃λθεν τὴν Βαιθων καὶ πα̃ς ὁ λαὸς ἠ̃ν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρω̃ν καὶ ἠ̃ν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τω̨̃ ὄρει Εφραιμ
24 καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἀρα̃ται τω̨̃ λαω̨̃ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας καὶ ἐκδικήσω τὸν ἐχθρόν μου καὶ οὐκ ἐγεύσατο πα̃ς ὁ λαὸς ἄρτου
25 καὶ πα̃σα ἡ γη̃ ἠρίστα καὶ ιααρ δρυμὸς ἠ̃ν μελισσω̃νος κατὰ πρόσωπον του̃ ἀγρου̃
26 καὶ εἰση̃λθεν ὁ λαὸς εἰς τὸν μελισσω̃να καὶ ἰδοὺ ἐπορεύετο λαλω̃ν καὶ ἰδοὺ οὐκ ἠ̃ν ἐπιστρέφων τὴν χει̃ρα αὐτου̃ εἰς τὸ στόμα αὐτου̃ ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου
27 καὶ Ιωναθαν οὐκ ἀκηκόει ἐν τω̨̃ ὁρκίζειν τὸν πατέρα αὐτου̃ τὸν λαόν καὶ ἐξέτεινεν τὸ ἄκρον του̃ σκήπτρου αὐτου̃ του̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον του̃ μέλιτος καὶ ἐπέστρεψεν τὴν χει̃ρα αὐτου̃ εἰς τὸ στόμα αὐτου̃ καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτου̃
28 καὶ ἀπεκρίθη εἱ̃ς ἐκ του̃ λαου̃ καὶ εἰ̃πεν ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον καὶ ἐξελύθη ὁ λαός
29 καὶ ἔγνω Ιωναθαν καὶ εἰ̃πεν ἀπήλλαχεν ὁ πατήρ μου τὴν γη̃ν ἰδὲ δὴ ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχὺ του̃ μέλιτος τούτου
30 ἀλλ' ὅτι εἰ ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τω̃ν σκύλων τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὡ̃ν εὑ̃ρεν ὅτι νυ̃ν ἂν μείζων ἠ̃ν ἡ πληγὴ ἐν τοι̃ς ἀλλοφύλοις
31 καὶ ἐπάταξεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ τω̃ν ἀλλοφύλων ἐν Μαχεμας καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα
32 καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκυ̃λα καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοω̃ν καὶ ἔσφαξεν ἐπὶ τὴν γη̃ν καὶ ἤσθιεν ὁ λαὸς σὺν τω̨̃ αἵματι
33 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ λέγοντες ἡμάρτηκεν ὁ λαὸς τω̨̃ κυρίω̨ φαγὼν σὺν τω̨̃ αἵματι καὶ εἰ̃πεν Σαουλ ἐν Γεθθεμ κυλίσατέ μοι λίθον ἐνταυ̃θα μέγαν
34 καὶ εἰ̃πεν Σαουλ διασπάρητε ἐν τω̨̃ λαω̨̃ καὶ εἴπατε αὐτοι̃ς προσαγαγει̃ν ἐνταυ̃θα ἕκαστος τὸν μόσχον αὐτου̃ καὶ ἕκαστος τὸ πρόβατον αὐτου̃ καὶ σφαζέτω ἐπὶ τούτου καὶ οὐ μὴ ἁμάρτητε τω̨̃ κυρίω̨ του̃ ἐσθίειν σὺν τω̨̃ αἵματι καὶ προση̃γεν πα̃ς ὁ λαὸς ἕκαστος τὸ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔσφαζον ἐκει̃
35 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Σαουλ θυσιαστήριον τω̨̃ κυρίω̨ του̃το ἤρξατο Σαουλ οἰκοδομη̃σαι θυσιαστήριον τω̨̃ κυρίω̨
36 καὶ εἰ̃πεν Σαουλ καταβω̃μεν ὀπίσω τω̃ν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοι̃ς ἕως διαφαύση̨ ἡ ἡμέρα καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοι̃ς ἄνδρα καὶ εἰ̃παν πα̃ν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει καὶ εἰ̃πεν ὁ ἱερεύς προσέλθωμεν ἐνταυ̃θα πρὸς τὸν θεόν
37 καὶ ἐπηρώτησεν Σαουλ τὸν θεόν εἰ καταβω̃ ὀπίσω τω̃ν ἀλλοφύλων εἰ παραδώσεις αὐτοὺς εἰς χει̃ρας Ισραηλ καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
38 καὶ εἰ̃πεν Σαουλ προσαγάγετε ἐνταυ̃θα πάσας τὰς γωνίας του̃ Ισραηλ καὶ γνω̃τε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον
39 ὅτι ζη̨̃ κύριος ὁ σώσας τὸν Ισραηλ ὅτι ἐὰν ἀποκριθη̨̃ κατὰ Ιωναθαν του̃ υἱου̃ μου θανάτω̨ ἀποθανει̃ται καὶ οὐκ ἠ̃ν ὁ ἀποκρινόμενος ἐκ παντὸς του̃ λαου̃
40 καὶ εἰ̃πεν παντὶ Ισραηλ ὑμει̃ς ἔσεσθε εἰς δουλείαν καὶ ἐγὼ καὶ Ιωναθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει
41 καὶ εἰ̃πεν Σαουλ κύριε ὁ θεὸς Ισραηλ τί ὅτι οὐκ ἀπεκρίθης τω̨̃ δούλω̨ σου σήμερον εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωναθαν τω̨̃ υἱω̨̃ μου ἡ ἀδικία κύριε ὁ θεὸς Ισραηλ δὸς δήλους καὶ ἐὰν τάδε εἴπη̨ς ἐν τω̨̃ λαω̨̃ σου Ισραηλ δὸς δὴ ὁσιότητα καὶ κληρου̃ται Ιωναθαν καὶ Σαουλ καὶ ὁ λαὸς ἐξη̃λθεν
42 καὶ εἰ̃πεν Σαουλ βάλετε ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον Ιωναθαν του̃ υἱου̃ μου ὃν ἂν κατακληρώσηται κύριος ἀποθανέτω καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ οὐκ ἔστιν τὸ ῥη̃μα του̃το καὶ κατεκράτησεν Σαουλ του̃ λαου̃ καὶ βάλλουσιν ἀνὰ μέσον αὐτου̃ καὶ ἀνὰ μέσον Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ κατακληρου̃ται Ιωναθαν
43 καὶ εἰ̃πεν Σαουλ πρὸς Ιωναθαν ἀπάγγειλόν μοι τί πεποίηκας καὶ ἀπήγγειλεν αὐτω̨̃ Ιωναθαν καὶ εἰ̃πεν γευσάμενος ἐγευσάμην ἐν ἄκρω̨ τω̨̃ σκήπτρω̨ τω̨̃ ἐν τη̨̃ χειρί μου βραχὺ μέλι ἰδοὺ ἐγὼ ἀποθνή̨σκω
44 καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι θανάτω̨ ἀποθανη̨̃ σήμερον
45 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραηλ ζη̨̃ κύριος εἰ πεσει̃ται τη̃ς τριχὸς τη̃ς κεφαλη̃ς αὐτου̃ ἐπὶ τὴν γη̃ν ὅτι ὁ λαὸς του̃ θεου̃ ἐποίησεν τὴν ἡμέραν ταύτην καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωναθαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ οὐκ ἀπέθανεν
46 καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισθεν τω̃ν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀπη̃λθον εἰς τὸν τόπον αὐτω̃ν
47 καὶ Σαουλ κατακληρου̃ται ἔργον ἐπὶ Ισραηλ καὶ ἐπολέμει κύκλω̨ πάντας τοὺς ἐχθροὺς αὐτου̃ εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους οὑ̃ ἂν ἐστράφη ἐσώ̨ζετο
48 καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τω̃ν καταπατούντων αὐτόν
49 καὶ ἠ̃σαν υἱοὶ Σαουλ Ιωναθαν καὶ Ιεσσιου καὶ Μελχισα καὶ ὀνόματα τω̃ν δύο θυγατέρων αὐτου̃ ὄνομα τη̨̃ πρωτοτόκω̨ Μεροβ καὶ ὄνομα τη̨̃ δευτέρα̨ Μελχολ
50 καὶ ὄνομα τη̨̃ γυναικὶ αὐτου̃ Αχινοομ θυγάτηρ Αχιμαας καὶ ὄνομα τω̨̃ ἀρχιστρατήγω̨ Αβεννηρ υἱὸς Νηρ υἱου̃ οἰκείου Σαουλ
51 καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς Ιαμιν υἱου̃ Αβιηλ
52 καὶ ἠ̃ν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.