Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 22

καὶ ἀπη̃λθεν ἐκει̃θεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτου̃ καὶ ὁ οἰ̃κος του̃ πατρὸς αὐτου̃ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκει̃
καὶ συνήγοντο πρὸς αὐτὸν πα̃ς ἐν ἀνάγκη̨ καὶ πα̃ς ὑπόχρεως καὶ πα̃ς κατώδυνος ψυχη̨̃ καὶ ἠ̃ν ἐπ' αὐτω̃ν ἡγούμενος καὶ ἠ̃σαν μετ' αὐτου̃ ὡς τετρακόσιοι ἄνδρες
καὶ ἀπη̃λθεν Δαυιδ ἐκει̃θεν εἰς Μασσηφα τη̃ς Μωαβ καὶ εἰ̃πεν πρὸς βασιλέα Μωαβ γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί ἕως ὅτου γνω̃ τί ποιήσει μοι ὁ θεός
καὶ παρεκάλεσεν τὸ πρόσωπον του̃ βασιλέως Μωαβ καὶ κατώ̨κουν μετ' αὐτου̃ πάσας τὰς ἡμέρας ὄντος του̃ Δαυιδ ἐν τη̨̃ περιοχη̨̃
καὶ εἰ̃πεν Γαδ ὁ προφήτης πρὸς Δαυιδ μὴ κάθου ἐν τη̨̃ περιοχη̨̃ πορεύου καὶ ἥξεις εἰς γη̃ν Ιουδα καὶ ἐπορεύθη Δαυιδ καὶ ἠ̃λθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ
καὶ ἤκουσεν Σαουλ ὅτι ἔγνωσται Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτου̃ καὶ Σαουλ ἐκάθητο ἐν τω̨̃ βουνω̨̃ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ραμα καὶ τὸ δόρυ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ πάντες οἱ παι̃δες αὐτου̃ παρειστήκεισαν αὐτω̨̃
καὶ εἰ̃πεν Σαουλ πρὸς τοὺς παι̃δας αὐτου̃ τοὺς παρεστηκότας αὐτω̨̃ καὶ εἰ̃πεν αὐτοι̃ς ἀκούσατε δή υἱοὶ Βενιαμιν εἰ ἀληθω̃ς πα̃σιν ὑμι̃ν δώσει ὁ υἱὸς Ιεσσαι ἀγροὺς καὶ ἀμπελω̃νας καὶ πάντας ὑμα̃ς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους
ὅτι σύγκεισθε πάντες ὑμει̃ς ἐπ' ἐμέ καὶ οὐκ ἔστιν ὁ ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τω̨̃ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ του̃ υἱου̃ Ιεσσαι καὶ οὐκ ἔστιν πονω̃ν περὶ ἐμου̃ ἐξ ὑμω̃ν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν ὁ υἱός μου τὸν δου̃λόν μου ἐπ' ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη
καὶ ἀποκρίνεται Δωηκ ὁ Σύρος ὁ καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαουλ καὶ εἰ̃πεν ἑόρακα τὸν υἱὸν Ιεσσαι παραγινόμενον εἰς Νομβα πρὸς Αβιμελεχ υἱὸν Αχιτωβ τὸν ἱερέα
10 καὶ ἠρώτα αὐτω̨̃ διὰ του̃ θεου̃ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτω̨̃ καὶ τὴν ῥομφαίαν Γολιαδ του̃ ἀλλοφύλου ἔδωκεν αὐτω̨̃
11 καὶ ἀπέστειλεν ὁ βασιλεὺς καλέσαι τὸν Αβιμελεχ υἱὸν Αχιτωβ καὶ πάντας τοὺς υἱοὺς του̃ πατρὸς αὐτου̃ τοὺς ἱερει̃ς τοὺς ἐν Νομβα καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα
12 καὶ εἰ̃πεν Σαουλ ἄκουε δή υἱὲ Αχιτωβ καὶ εἰ̃πεν ἰδοὺ ἐγώ λάλει κύριε
13 καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ ἵνα τί συνέθου κατ' ἐμου̃ σὺ καὶ ὁ υἱὸς Ιεσσαι δου̃ναί σε αὐτω̨̃ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτα̃ν αὐτω̨̃ διὰ του̃ θεου̃ θέσθαι αὐτὸν ἐπ' ἐμὲ εἰς ἐχθρὸν ὡς ἡ ἡμέρα αὕτη
14 καὶ ἀπεκρίθη τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν καὶ τίς ἐν πα̃σιν τοι̃ς δούλοις σου ὡς Δαυιδ πιστὸς καὶ γαμβρὸς του̃ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τω̨̃ οἴκω̨ σου
15 ἠ̃ σήμερον ἠ̃ργμαι ἐρωτα̃ν αὐτω̨̃ διὰ του̃ θεου̃ μηδαμω̃ς μὴ δότω ὁ βασιλεὺς κατὰ του̃ δούλου αὐτου̃ λόγον καὶ ἐφ' ὅλον τὸν οἰ̃κον του̃ πατρός μου ὅτι οὐκ ἤ̨δει ὁ δου̃λος ὁ σὸς ἐν πα̃σιν τούτοις ῥη̃μα μικρὸν ἢ μέγα
16 καὶ εἰ̃πεν ὁ βασιλεὺς Σαουλ θανάτω̨ ἀποθανη̨̃ Αβιμελεχ σὺ καὶ πα̃ς ὁ οἰ̃κος του̃ πατρός σου
17 καὶ εἰ̃πεν ὁ βασιλεὺς τοι̃ς παρατρέχουσιν τοι̃ς ἐφεστηκόσιν ἐπ' αὐτόν προσαγάγετε καὶ θανατου̃τε τοὺς ἱερει̃ς του̃ κυρίου ὅτι ἡ χεὶρ αὐτω̃ν μετὰ Δαυιδ καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου καὶ οὐκ ἐβουλήθησαν οἱ παι̃δες του̃ βασιλέως ἐπενεγκει̃ν τὰς χει̃ρας αὐτω̃ν ἀπαντη̃σαι εἰς τοὺς ἱερει̃ς κυρίου
18 καὶ εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ Δωηκ ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερει̃ς καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερει̃ς κυρίου ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τριακοσίους καὶ πέντε ἄνδρας πάντας αἴροντας εφουδ
19 καὶ τὴν Νομβα τὴν πόλιν τω̃ν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου
20 καὶ διασώ̨ζεται υἱὸς εἱ̃ς τω̨̃ Αβιμελεχ υἱω̨̃ Αχιτωβ καὶ ὄνομα αὐτω̨̃ Αβιαθαρ καὶ ἔφυγεν ὀπίσω Δαυιδ
21 καὶ ἀπήγγειλεν Αβιαθαρ τω̨̃ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερει̃ς του̃ κυρίου
22 καὶ εἰ̃πεν Δαυιδ τω̨̃ Αβιαθαρ ἤιδειν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελει̃ τω̨̃ Σαουλ ἐγώ εἰμι αἴτιος τω̃ν ψυχω̃ν οἴκου του̃ πατρός σου
23 κάθου μετ' ἐμου̃ μὴ φοβου̃ ὅτι οὑ̃ ἐὰν ζητω̃ τη̨̃ ψυχη̨̃ μου τόπον ζητήσω καὶ τη̨̃ ψυχη̨̃ σου ὅτι πεφύλαξαι σὺ παρ' ἐμοί
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.