1 καὶ ἀπέθανεν Σαμουηλ καὶ συναθροίζονται πα̃ς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκω̨ αὐτου̃ ἐν Αρμαθαιμ καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν |
2 καὶ ἠ̃ν ἄνθρωπος ἐν τη̨̃ Μααν καὶ τὰ ποίμνια αὐτου̃ ἐν τω̨̃ Καρμήλω̨ καὶ ὁ ἄνθρωπος μέγας σφόδρα καὶ τούτω̨ ποίμνια τρισχίλια καὶ αἰ̃γες χίλιαι καὶ ἐγενήθη ἐν τω̨̃ κείρειν τὸ ποίμνιον αὐτου̃ ἐν τω̨̃ Καρμήλω̨ |
3 καὶ ὄνομα τω̨̃ ἀνθρώπω̨ Ναβαλ καὶ ὄνομα τη̨̃ γυναικὶ αὐτου̃ Αβιγαια καὶ ἡ γυνὴ αὐτου̃ ἀγαθὴ συνέσει καὶ καλὴ τω̨̃ εἴδει σφόδρα καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν καὶ ὁ ἄνθρωπος κυνικός |
4 καὶ ἤκουσεν Δαυιδ ἐν τη̨̃ ἐρήμω̨ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτου̃ |
5 καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἰ̃πεν τοι̃ς παιδαρίοις ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τω̨̃ ὀνόματί μου εἰς εἰρήνην |
6 καὶ ἐρει̃τε τάδε εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ ὁ οἰ̃κός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα |
7 καὶ νυ̃ν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι νυ̃ν οἱ ποιμένες σου οἳ ἠ̃σαν μεθ' ἡμω̃ν ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοι̃ς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτω̃ν ἐν Καρμήλω̨ |
8 ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελου̃σίν σοι καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοι̃ς σου ὅτι ἐφ' ἡμέραν ἀγαθὴν ἥκομεν δὸς δὴ ὃ ἐὰν εὕρη̨ ἡ χείρ σου τω̨̃ υἱω̨̃ σου τω̨̃ Δαυιδ |
9 καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλου̃σιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταυ̃τα ἐν τω̨̃ ὀνόματι Δαυιδ καὶ ἀνεπήδησεν |
10 καὶ ἀπεκρίθη Ναβαλ τοι̃ς παισὶν Δαυιδ καὶ εἰ̃πεν τίς ὁ Δαυιδ καὶ τίς ὁ υἱὸς Ιεσσαι σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δου̃λοι ἀναχωρου̃ντες ἕκαστος ἐκ προσώπου του̃ κυρίου αὐτου̃ |
11 καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἰ̃νόν μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοι̃ς κείρουσίν μου τὰ πρόβατα καὶ δώσω αὐτὰ ἀνδράσιν οἱ̃ς οὐκ οἰ̃δα πόθεν εἰσίν |
12 καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυιδ εἰς ὁδὸν αὐτω̃ν καὶ ἀνέστρεψαν καὶ ἠ̃λθον καὶ ἀνήγγειλαν τω̨̃ Δαυιδ κατὰ τὰ ῥήματα ταυ̃τα |
13 καὶ εἰ̃πεν Δαυιδ τοι̃ς ἀνδράσιν αὐτου̃ ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτου̃ καὶ ἀνέβησαν ὀπίσω Δαυιδ ὡς τετρακόσιοι ἄνδρες καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τω̃ν σκευω̃ν |
14 καὶ τη̨̃ Αβιγαια γυναικὶ Ναβαλ ἀπήγγειλεν ἓν τω̃ν παιδαρίων λέγων ἰδοὺ Δαυιδ ἀπέστειλεν ἀγγέλους ἐκ τη̃ς ἐρήμου εὐλογη̃σαι τὸν κύριον ἡμω̃ν καὶ ἐξέκλινεν ἀπ' αὐτω̃ν |
15 καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμι̃ν σφόδρα οὐκ ἀπεκώλυσαν ἡμα̃ς οὐδὲ ἐνετείλαντο ἡμι̃ν πάσας τὰς ἡμέρας ἃς ἠ̃μεν παρ' αὐτοι̃ς καὶ ἐν τω̨̃ εἰ̃ναι ἡμα̃ς ἐν ἀγρω̨̃ |
16 ὡς τει̃χος ἠ̃σαν περὶ ἡμα̃ς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἤμεθα παρ' αὐτοι̃ς ποιμαίνοντες τὸ ποίμνιον |
17 καὶ νυ̃ν γνω̃θι καὶ ἰδὲ τί σὺ ποιήσεις ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμω̃ν καὶ εἰς τὸν οἰ̃κον αὐτου̃ καὶ οὑ̃τος υἱὸς λοιμός καὶ οὐκ ἔστιν λαλη̃σαι πρὸς αὐτόν |
18 καὶ ἔσπευσεν Αβιγαια καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγει̃α οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οιφι ἀλφίτου καὶ γομορ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους |
19 καὶ εἰ̃πεν τοι̃ς παιδαρίοις αὐτη̃ς προπορεύεσθε ἔμπροσθέν μου καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμω̃ν παραγίνομαι καὶ τω̨̃ ἀνδρὶ αὐτη̃ς οὐκ ἀπήγγειλεν |
20 καὶ ἐγενήθη αὐτη̃ς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπη̨ του̃ ὄρους καὶ ἰδοὺ Δαυιδ καὶ οἱ ἄνδρες αὐτου̃ κατέβαινον εἰς συνάντησιν αὐτη̃ς καὶ ἀπήντησεν αὐτοι̃ς |
21 καὶ Δαυιδ εἰ̃πεν ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτου̃ ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐκ ἐνετειλάμεθα λαβει̃ν ἐκ πάντων τω̃ν αὐτου̃ οὐθέν καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθω̃ν |
22 τάδε ποιήσαι ὁ θεὸς τω̨̃ Δαυιδ καὶ τάδε προσθείη εἰ ὑπολείψομαι ἐκ πάντων τω̃ν του̃ Ναβαλ ἕως πρωὶ οὐρου̃ντα πρὸς τοι̃χον |
23 καὶ εἰ̃δεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τη̃ς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτη̃ς καὶ προσεκύνησεν αὐτω̨̃ ἐπὶ τὴν γη̃ν |
24 ἐπὶ τοὺς πόδας αὐτου̃ καὶ εἰ̃πεν ἐν ἐμοί κύριέ μου ἡ ἀδικία λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὠ̃τά σου καὶ ἄκουσον τη̃ς δούλης σου λόγον |
25 μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτου̃ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν του̃τον ὅτι κατὰ τὸ ὄνομα αὐτου̃ οὕτως ἐστίν Ναβαλ ὄνομα αὐτω̨̃ καὶ ἀφροσύνη μετ' αὐτου̃ καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἰ̃δον τὰ παιδάριά σου ἃ ἀπέστειλας |
26 καὶ νυ̃ν κύριε ζη̨̃ κύριος καὶ ζη̨̃ ἡ ψυχή σου καθὼς ἐκώλυσέν σε κύριος του̃ μὴ ἐλθει̃ν εἰς αἱ̃μα ἀθω̨̃ον καὶ σώ̨ζειν τὴν χει̃ρά σού σοι καὶ νυ̃ν γένοιντο ὡς Ναβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητου̃ντες τω̨̃ κυρίω̨ μου κακά |
27 καὶ νυ̃ν λαβὲ τὴν εὐλογίαν ταύτην ἣν ἐνήνοχεν ἡ δούλη σου τω̨̃ κυρίω̨ μου καὶ δώσεις τοι̃ς παιδαρίοις τοι̃ς παρεστηκόσιν τω̨̃ κυρίω̨ μου |
28 ἀ̃ρον δὴ τὸ ἀνόμημα τη̃ς δούλης σου ὅτι ποιω̃ν ποιήσει κύριος τω̨̃ κυρίω̨ μου οἰ̃κον πιστόν ὅτι πόλεμον κυρίου ὁ κύριός μου πολεμει̃ καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε |
29 καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητω̃ν τὴν ψυχήν σου καὶ ἔσται ἡ ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμω̨̃ τη̃ς ζωη̃ς παρὰ κυρίω̨ τω̨̃ θεω̨̃ καὶ ψυχὴν ἐχθρω̃ν σου σφενδονήσεις ἐν μέσω̨ τη̃ς σφενδόνης |
30 καὶ ἔσται ὅτι ποιήσει κύριος τω̨̃ κυρίω̨ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ καὶ ἐντελει̃ταί σοι κύριος εἰς ἡγούμενον ἐπὶ Ισραηλ |
31 καὶ οὐκ ἔσται σοι του̃το βδελυγμὸς καὶ σκάνδαλον τω̨̃ κυρίω̨ μου ἐκχέαι αἱ̃μα ἀθω̨̃ον δωρεὰν καὶ σω̃σαι χει̃ρα κυρίου μου αὐτω̨̃ καὶ ἀγαθώσει κύριος τω̨̃ κυρίω̨ μου καὶ μνησθήση̨ τη̃ς δούλης σου ἀγαθω̃σαι αὐτη̨̃ |
32 καὶ εἰ̃πεν Δαυιδ τη̨̃ Αβιγαια εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ ὃς ἀπέστειλέν σε σήμερον ἐν ταύτη̨ εἰς ἀπάντησίν μου |
33 καὶ εὐλογητὸς ὁ τρόπος σου καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτη̨ μὴ ἐλθει̃ν εἰς αἵματα καὶ σω̃σαι χει̃ρά μου ἐμοί |
34 πλὴν ὅτι ζη̨̃ κύριος ὁ θεὸς Ισραηλ ὃς ἀπεκώλυσέν με σήμερον του̃ κακοποιη̃σαί σε ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι τότε εἰ̃πα εἰ ὑπολειφθήσεται τω̨̃ Ναβαλ ἕως φωτὸς του̃ πρωὶ οὐρω̃ν πρὸς τοι̃χον |
35 καὶ ἔλαβεν Δαυιδ ἐκ χειρὸς αὐτη̃ς πάντα ἃ ἔφερεν αὐτω̨̃ καὶ εἰ̃πεν αὐτη̨̃ ἀνάβηθι εἰς εἰρήνην εἰς οἰ̃κόν σου βλέπε ἤκουσα τη̃ς φωνη̃ς σου καὶ ἡ̨ρέτισα τὸ πρόσωπόν σου |
36 καὶ παρεγενήθη Αβιγαια πρὸς Ναβαλ καὶ ἰδοὺ αὐτω̨̃ πότος ἐν οἴκω̨ αὐτου̃ ὡς πότος βασιλέως καὶ ἡ καρδία Ναβαλ ἀγαθὴ ἐπ' αὐτόν καὶ αὐτὸς μεθύων ἕως σφόδρα καὶ οὐκ ἀπήγγειλεν αὐτω̨̃ ῥη̃μα μικρὸν ἢ μέγα ἕως φωτὸς του̃ πρωί |
37 καὶ ἐγένετο πρωί ὡς ἐξένηψεν ἀπὸ του̃ οἴνου Ναβαλ ἀπήγγειλεν αὐτω̨̃ ἡ γυνὴ αὐτου̃ τὰ ῥήματα ταυ̃τα καὶ ἐναπέθανεν ἡ καρδία αὐτου̃ ἐν αὐτω̨̃ καὶ αὐτὸς γίνεται ὡς λίθος |
38 καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβαλ καὶ ἀπέθανεν |
39 καὶ ἤκουσεν Δαυιδ καὶ εἰ̃πεν εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν του̃ ὀνειδισμου̃ μου ἐκ χειρὸς Ναβαλ καὶ τὸν δου̃λον αὐτου̃ περιεποιήσατο ἐκ χειρὸς κακω̃ν καὶ τὴν κακίαν Ναβαλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτου̃ καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐλάλησεν περὶ Αβιγαιας λαβει̃ν αὐτὴν ἑαυτω̨̃ εἰς γυναι̃κα |
40 καὶ ἠ̃λθον οἱ παι̃δες Δαυιδ πρὸς Αβιγαιαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτη̨̃ λέγοντες Δαυιδ ἀπέστειλεν ἡμα̃ς πρὸς σὲ λαβει̃ν σε αὐτω̨̃ εἰς γυναι̃κα |
41 καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γη̃ν ἐπὶ πρόσωπον καὶ εἰ̃πεν ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τω̃ν παίδων σου |
42 καὶ ἀνέστη Αβιγαια καὶ ἐπέβη ἐπὶ τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτη̨̃ καὶ ἐπορεύθη ὀπίσω τω̃ν παίδων Δαυιδ καὶ γίνεται αὐτω̨̃ εἰς γυναι̃κα |
43 καὶ τὴν Αχινααμ ἔλαβεν Δαυιδ ἐξ Ιεζραελ καὶ ἀμφότεραι ἠ̃σαν αὐτω̨̃ γυναι̃κες |
44 καὶ Σαουλ ἔδωκεν Μελχολ τὴν θυγατέρα αὐτου̃ τὴν γυναι̃κα Δαυιδ τω̨̃ Φαλτι υἱω̨̃ Λαις τω̨̃ ἐκ Ρομμα |