Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 8,  στἰχοι 11-16

11 καὶ εἰ̃πεν του̃το ἔσται τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐφ' ὑμα̃ς τοὺς υἱοὺς ὑμω̃ν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτου̃ καὶ ἱππευ̃σιν αὐτου̃ καὶ προτρέχοντας τω̃ν ἁρμάτων αὐτου̃
12 καὶ θέσθαι αὐτοὺς ἑαυτω̨̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτου̃ καὶ τρυγα̃ν τρυγητὸν αὐτου̃ καὶ ποιει̃ν σκεύη πολεμικὰ αὐτου̃ καὶ σκεύη ἁρμάτων αὐτου̃
13 καὶ τὰς θυγατέρας ὑμω̃ν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας
14 καὶ τοὺς ἀγροὺς ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοι̃ς δούλοις αὐτου̃
15 καὶ τὰ σπέρματα ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν ἀποδεκατώσει καὶ δώσει τοι̃ς εὐνούχοις αὐτου̃ καὶ τοι̃ς δούλοις αὐτου̃
16 καὶ τοὺς δούλους ὑμω̃ν καὶ τὰς δούλας ὑμω̃ν καὶ τὰ βουκόλια ὑμω̃ν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμω̃ν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτου̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.