Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Α, κεφαλίς 4

1 καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν καὶ ἀπη̃ρεν ἡ παρεμβολὴ νυκτὸς
2 ὥστε ἐπιβαλει̃ν ἐπὶ τὴν παρεμβολὴν τω̃ν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τη̃ς ἄκρας ἠ̃σαν αὐτω̨̃ ὁδηγοί
3 καὶ ἤκουσεν Ιουδας καὶ ἀπη̃ρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν του̃ βασιλέως τὴν ἐν Αμμαους
4 ἕως ἔτι ἐσκορπισμέναι ἠ̃σαν αἱ δυνάμεις ἀπὸ τη̃ς παρεμβολη̃ς
5 καὶ ἠ̃λθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὑ̃ρεν καὶ ἐζήτει αὐτοὺς ἐν τοι̃ς ὄρεσιν ὅτι εἰ̃πεν φεύγουσιν οὑ̃τοι ἀφ' ἡμω̃ν
6 καὶ ἅμα ἡμέρα̨ ὤφθη Ιουδας ἐν τω̨̃ πεδίω̨ ἐν τρισχιλίοις ἀνδράσιν πλὴν καλύμματα καὶ μαχαίρας οὐκ εἰ̃χον ὡς ἠβούλοντο
7 καὶ εἰ̃δον παρεμβολὴν ἐθνω̃ν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλου̃σαν αὐτήν καὶ οὑ̃τοι διδακτοὶ πολέμου
8 καὶ εἰ̃πεν Ιουδας τοι̃ς ἀνδράσιν τοι̃ς μετ' αὐτου̃ μὴ φοβει̃σθε τὸ πλη̃θος αὐτω̃ν καὶ τὸ ὅρμημα αὐτω̃ν μὴ δειλωθη̃τε
9 μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμω̃ν ἐν θαλάσση̨ ἐρυθρα̨̃ ὅτε ἐδίωκεν αὐτοὺς Φαραω ἐν δυνάμει
10 καὶ νυ̃ν βοήσωμεν εἰς οὐρανόν εἰ θελήσει ἡμα̃ς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμω̃ν σήμερον
11 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σώ̨ζων τὸν Ισραηλ
12 καὶ ἠ̃ραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτω̃ν καὶ εἰ̃δον αὐτοὺς ἐρχομένους ἐξ ἐναντίας
13 καὶ ἐξη̃λθον ἐκ τη̃ς παρεμβολη̃ς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου
14 καὶ συνη̃ψαν καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον
15 οἱ δὲ ἔσχατοι πάντες ἔπεσον ἐν ῥομφαία̨ καὶ ἐδίωξαν αὐτοὺς ἕως Γαζηρων καὶ ἕως τω̃ν πεδίων τη̃ς Ιδουμαίας καὶ 'Αζώτου καὶ Ιαμνείας καὶ ἔπεσαν ἐξ αὐτω̃ν εἰς ἄνδρας τρισχιλίους
16 καὶ ἀπέστρεψεν Ιουδας καὶ ἡ δύναμις ἀπὸ του̃ διώκειν ὄπισθεν αὐτω̃ν
17 καὶ εἰ̃πεν πρὸς τὸν λαόν μὴ ἐπιθυμήσητε τω̃ν σκύλων ὅτι πόλεμος ἐξ ἐναντίας ἡμω̃ν
18 καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τω̨̃ ὄρει ἐγγὺς ἡμω̃ν ἀλλὰ στη̃τε νυ̃ν ἐναντίον τω̃ν ἐχθρω̃ν ἡμω̃ν καὶ πολεμήσατε αὐτούς καὶ μετὰ ταυ̃τα λάβετε τὰ σκυ̃λα μετὰ παρρησίας
19 ἔτι πληρου̃ντος Ιουδου ταυ̃τα μέρος τι ὤφθη ἐκκύπτον ἐκ του̃ ὄρους
20 καὶ εἰ̃δεν ὅτι τετρόπωνται καὶ ἐμπυρίζουσιν τὴν παρεμβολήν ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζεν τὸ γεγονός
21 οἱ δὲ ταυ̃τα συνιδόντες ἐδειλώθησαν σφόδρα συνιδόντες δὲ καὶ τὴν Ιουδου παρεμβολὴν ἐν τω̨̃ πεδίω̨ ἑτοίμην εἰς παράταξιν
22 ἔφυγον πάντες εἰς γη̃ν ἀλλοφύλων
23 καὶ Ιουδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλείαν τη̃ς παρεμβολη̃ς καὶ ἔλαβον χρυσίον πολὺ καὶ ἀργύριον καὶ ὑάκινθον καὶ πορφύραν θαλασσίαν καὶ πλου̃τον μέγαν
24 καὶ ἐπιστραφέντες ὕμνουν καὶ εὐλόγουν εἰς οὐρανὸν ὅτι καλόν ὅτι εἰς τὸν αἰω̃να τὸ ἔλεος αὐτου̃
25 καὶ ἐγενήθη σωτηρία μεγάλη τω̨̃ Ισραηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
26 ὅσοι δὲ τω̃ν ἀλλοφύλων διεσώθησαν παραγενηθέντες ἀπήγγειλαν τω̨̃ Λυσία̨ πάντα τὰ συμβεβηκότα
27 ὁ δὲ ἀκούσας συνεχύθη καὶ ἠθύμει ὅτι οὐχ οἱ̃α ἤθελεν τοιαυ̃τα ἐγεγόνει τω̨̃ Ισραηλ καὶ οὐχ οἱ̃α αὐτω̨̃ ἐνετείλατο ὁ βασιλεύς ἐξέβη
28 καὶ ἐν τω̨̃ ἐρχομένω̨ ἐνιαυτω̨̃ συνελόχησεν ἀνδρω̃ν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον ὥστε ἐκπολεμη̃σαι αὐτούς
29 καὶ ἠ̃λθον εἰς τὴν Ιδουμαίαν καὶ παρενέβαλον ἐν Βαιθσουροις καὶ συνήντησεν αὐτοι̃ς Ιουδας ἐν δέκα χιλιάσιν ἀνδρω̃ν
30 καὶ εἰ̃δεν τὴν παρεμβολὴν ἰσχυρὰν καὶ προσηύξατο καὶ εἰ̃πεν εὐλογητὸς εἰ̃ ὁ σωτὴρ Ισραηλ ὁ συντρίψας τὸ ὅρμημα του̃ δυνατου̃ ἐν χειρὶ του̃ δούλου σου Δαυιδ καὶ παρέδωκας τὴν παρεμβολὴν τω̃ν ἀλλοφύλων εἰς χει̃ρας Ιωναθου υἱου̃ Σαουλ καὶ του̃ αἴροντος τὰ σκεύη αὐτου̃
31 οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαου̃ σου Ισραηλ καὶ αἰσχυνθήτωσαν ἐπὶ τη̨̃ δυνάμει καὶ τη̨̃ ἵππω̨ αὐτω̃ν
32 δὸς αὐτοι̃ς δειλίαν καὶ τη̃ξον θράσος ἰσχύος αὐτω̃ν καὶ σαλευθήτωσαν τη̨̃ συντριβη̨̃ αὐτω̃ν
33 κατάβαλε αὐτοὺς ῥομφαία̨ ἀγαπώντων σε καὶ αἰνεσάτωσάν σε πάντες οἱ εἰδότες τὸ ὄνομά σου ἐν ὕμνοις
34 καὶ συνέβαλλον ἀλλήλοις καὶ ἔπεσον ἐκ τη̃ς παρεμβολη̃ς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας καὶ ἔπεσον ἐξ ἐναντίας αὐτω̃ν
35 ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τη̃ς αὑτου̃ συντάξεως τη̃ς δὲ Ιουδου τὸ γεγενημένον θάρσος καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζη̃ν ἢ τεθνηκέναι γενναίως ἀπη̃ρεν εἰς 'Αντιόχειαν καὶ ἐξενολόγει πλεοναστὸν πάλιν παραγίνεσθαι εἰς τὴν Ιουδαίαν
36 εἰ̃πεν δὲ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμω̃ν ἀναβω̃μεν καθαρίσαι τὰ ἅγια καὶ ἐγκαινίσαι
37 καὶ συνήχθη ἡ παρεμβολὴ πα̃σα καὶ ἀνέβησαν εἰς ὄρος Σιων
38 καὶ εἰ̃δον τὸ ἁγίασμα ἠρημωμένον καὶ τὸ θυσιαστήριον βεβηλωμένον καὶ τὰς θύρας κατακεκαυμένας καὶ ἐν ται̃ς αὐλαι̃ς φυτὰ πεφυκότα ὡς ἐν δρυμω̨̃ ἢ ὡς ἐν ἑνὶ τω̃ν ὀρέων καὶ τὰ παστοφόρια καθη̨ρημένα
39 καὶ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν καὶ ἐκόψαντο κοπετὸν μέγαν καὶ ἐπέθεντο σποδὸν
40 καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν καὶ ἐσάλπισαν ται̃ς σάλπιγξιν τω̃ν σημασιω̃ν καὶ ἐβόησαν εἰς οὐρανόν
41 τότε ἐπέταξεν Ιουδας ἀνδράσιν πολεμει̃ν τοὺς ἐν τη̨̃ ἄκρα̨ ἕως καθαρίση̨ τὰ ἅγια
42 καὶ ἐπελέξατο ἱερει̃ς ἀμώμους θελητὰς νόμου
43 καὶ ἐκαθάρισαν τὰ ἅγια καὶ ἠ̃ραν τοὺς λίθους του̃ μιασμου̃ εἰς τόπον ἀκάθαρτον
44 καὶ ἐβουλεύσαντο περὶ του̃ θυσιαστηρίου τη̃ς ὁλοκαυτώσεως του̃ βεβηλωμένου τί αὐτω̨̃ ποιήσωσιν
45 καὶ ἔπεσεν αὐτοι̃ς βουλὴ ἀγαθὴ καθελει̃ν αὐτό μήποτε γένηται αὐτοι̃ς εἰς ὄνειδος ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό καὶ καθει̃λον τὸ θυσιαστήριον
46 καὶ ἀπέθεντο τοὺς λίθους ἐν τω̨̃ ὄρει του̃ οἴκου ἐν τόπω̨ ἐπιτηδείω̨ μέχρι του̃ παραγενηθη̃ναι προφήτην του̃ ἀποκριθη̃ναι περὶ αὐτω̃ν
47 καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον καὶ ὠ̨κοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον
48 καὶ ὠ̨κοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς του̃ οἴκου καὶ τὰς αὐλὰς ἡγίασαν
49 καὶ ἐποίησαν σκεύη ἅγια καινὰ καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τω̃ν θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν
50 καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐξη̃ψαν τοὺς λύχνους τοὺς ἐπὶ τη̃ς λυχνίας καὶ ἔφαινον ἐν τω̨̃ ναω̨̃
51 καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους καὶ ἐξεπέτασαν τὰ καταπετάσματα καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν
52 καὶ ὤρθρισαν τὸ πρωὶ τη̨̃ πέμπτη̨ καὶ εἰκάδι του̃ μηνὸς του̃ ἐνάτου οὑ̃τος ὁ μὴν Χασελευ του̃ ὀγδόου καὶ τεσσαρακοστου̃ καὶ ἑκατοστου̃ ἔτους
53 καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τω̃ν ὁλοκαυτωμάτων τὸ καινόν ὃ ἐποίησαν
54 κατὰ τὸν καιρὸν καὶ κατὰ τὴν ἡμέραν ἐν ἡ̨̃ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη ἐν ἐκείνη̨ ἐνεκαινίσθη ἐν ὠ̨δαι̃ς καὶ κιθάραις καὶ κινύραις καὶ κυμβάλοις
55 καὶ ἔπεσεν πα̃ς ὁ λαὸς ἐπὶ πρόσωπον καὶ προσεκύνησαν καὶ εὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτοι̃ς
56 καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ' εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως
57 καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον του̃ ναου̃ στεφάνοις χρυσοι̃ς καὶ ἀσπιδίσκαις καὶ ἐνεκαίνισαν τὰς πύλας καὶ τὰ παστοφόρια καὶ ἐθύρωσαν αὐτά
58 καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τω̨̃ λαω̨̃ σφόδρα καὶ ἀπεστράφη ὀνειδισμὸς ἐθνω̃ν
59 καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ πα̃σα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι του̃ ἐγκαινισμου̃ του̃ θυσιαστηρίου ἐν τοι̃ς καιροι̃ς αὐτω̃ν ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τη̃ς πέμπτης καὶ εἰκάδος του̃ μηνὸς Χασελευ μετ' εὐφροσύνης καὶ χαρα̃ς
60 καὶ ὠ̨κοδόμησαν ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά ὡς ἐποίησαν τὸ πρότερον
61 καὶ ἀπέταξεν ἐκει̃ δύναμιν τηρει̃ν αὐτὸ καὶ ὠχύρωσεν αὐτὸ τηρει̃ν τὴν Βαιθσουραν του̃ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τη̃ς Ιδουμαίας
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.