ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Α,
κεφαλίς 5
1 πρεσβυτέρους οὐ̃ν ἐν ὑμι̃ν παρακαλω̃ ὁ συμπρεσβύτερος καὶ μάρτυς τω̃ν του̃ Χριστου̃ παθημάτων ὁ καὶ τη̃ς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός |
2 ποιμάνατε τò ἐν ὑμι̃ν ποίμνιον του̃ θεου̃ ἐπισκοπου̃ντες μὴ ἀναγκαστω̃ς ἀλλὰ ἑκουσίως κατὰ θεόν μηδὲ αἰσχροκερδω̃ς ἀλλὰ προθύμως |
3 μηδ' ὡς κατακυριεύοντες τω̃ν κλήρων ἀλλὰ τύποι γινόμενοι του̃ ποιμνίου |
4 καὶ φανερωθέντος του̃ ἀρχιποίμενος κομιει̃σθε τòν ἀμαράντινον τη̃ς δόξης στέφανον |
5 ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι ὁ θεòς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοι̃ς δὲ δίδωσιν χάριν |
6 ταπεινώθητε οὐ̃ν ὑπò τὴν κραταιὰν χει̃ρα του̃ θεου̃ ἵνα ὑμα̃ς ὑψώση̨ ἐν καιρω̨̃ |
7 πα̃σαν τὴν μέριμναν ὑμω̃ν ἐπιρίψαντες ἐπ' αὐτόν ὅτι αὐτω̨̃ μέλει περὶ ὑμω̃ν |
8 νήψατε γρηγορήσατε ὁ ἀντίδικος ὑμω̃ν διάβολος ὡς λέων ὠρυόμενος περιπατει̃ ζητω̃ν τινα καταπιει̃ν |
9 ὡ̨̃ ἀντίστητε στερεοὶ τη̨̃ πίστει εἰδότες τὰ αὐτὰ τω̃ν παθημάτων τη̨̃ ἐν τω̨̃ κόσμω̨ ὑμω̃ν ἀδελφότητι ἐπιτελει̃σθαι |
10 ὁ δὲ θεòς πάσης χάριτος ὁ καλέσας ὑμα̃ς εἰς τὴν αἰώνιον αὐτου̃ δόξαν ἐν Χριστω̨̃ ’Ιησου̃ ὀλίγον παθόντας αὐτòς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει |
11 αὐτω̨̃ τò κράτος εἰς τοὺς αἰω̃νας ἀμήν |
12 διὰ Σιλουανου̃ ὑμι̃ν του̃ πιστου̃ ἀδελφου̃ ὡς λογίζομαι δι' ὀλίγων ἔγραψα παρακαλω̃ν καὶ ἐπιμαρτυρω̃ν ταύτην εἰ̃ναι ἀληθη̃ χάριν του̃ θεου̃ εἰς ἣν στη̃τε |
13 ἀσπάζεται ὑμα̃ς ἡ ἐν Βαβυλω̃νι συνεκλεκτὴ καὶ Μα̃ρκος ὁ υἱός μου |
14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης εἰρήνη ὑμι̃ν πα̃σιν τοι̃ς ἐν Χριστω̨̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.