Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 10

1 καὶ ἠ̃λθεν Ροβοαμ εἰς Συχεμ ὅτι εἰς Συχεμ ἤρχετο πα̃ς Ισραηλ βασιλευ̃σαι αὐτόν
2 καὶ ἐγένετο ὡς ἤκουσεν Ιεροβοαμ υἱὸς Ναβατ καὶ αὐτὸς ἐν Αἰγύπτω̨ ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμων του̃ βασιλέως καὶ κατώ̨κησεν Ιεροβοαμ ἐν Αἰγύπτω̨ καὶ ἀπέστρεψεν Ιεροβοαμ ἐξ Αἰγύπτου
3 καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν καὶ ἠ̃λθεν Ιεροβοαμ καὶ πα̃σα ἡ ἐκκλησία Ισραηλ πρὸς Ροβοαμ λέγοντες
4 ὁ πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμω̃ν καὶ νυ̃ν ἄφες ἀπὸ τη̃ς δουλείας του̃ πατρός σου τη̃ς σκληρα̃ς καὶ ἀπὸ του̃ ζυγου̃ αὐτου̃ του̃ βαρέος οὑ̃ ἔδωκεν ἐφ' ἡμα̃ς καὶ δουλεύσομέν σοι
5 καὶ εἰ̃πεν αὐτοι̃ς πορεύεσθε ἕως τριω̃ν ἡμερω̃ν καὶ ἔρχεσθε πρός με καὶ ἀπη̃λθεν ὁ λαός
6 καὶ συνήγαγεν ὁ βασιλεὺς Ροβοαμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμων του̃ πατρὸς αὐτου̃ ἐν τω̨̃ ζη̃ν αὐτὸν λέγων πω̃ς ὑμει̃ς βουλεύεσθε του̃ ἀποκριθη̃ναι τω̨̃ λαω̨̃ τούτω̨ λόγον
7 καὶ ἐλάλησαν αὐτω̨̃ λέγοντες ἐὰν ἐν τη̨̃ σήμερον γένη̨ εἰς ἀγαθὸν τω̨̃ λαω̨̃ τούτω̨ καὶ εὐδοκήση̨ς καὶ λαλήση̨ς αὐτοι̃ς λόγους ἀγαθούς καὶ ἔσονταί σοι παι̃δες πάσας τὰς ἡμέρας
8 καὶ κατέλιπεν τὴν βουλὴν τω̃ν πρεσβυτέρων οἳ συνεβουλεύσαντο αὐτω̨̃ καὶ συνεβουλεύσατο μετὰ τω̃ν παιδαρίων τω̃ν συνεκτραφέντων μετ' αὐτου̃ τω̃ν ἑστηκότων ἐναντίον αὐτου̃
9 καὶ εἰ̃πεν αὐτοι̃ς τί ὑμει̃ς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τω̨̃ λαω̨̃ τούτω̨ οἳ ἐλάλησαν πρός με λέγοντες ἄνες ἀπὸ του̃ ζυγου̃ οὑ̃ ἔδωκεν ὁ πατήρ σου ἐφ' ἡμα̃ς
10 καὶ ἐλάλησαν αὐτω̨̃ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ' αὐτου̃ οὕτως λαλήσεις τω̨̃ λαω̨̃ τω̨̃ λαλήσαντι πρὸς σὲ λέγων ὁ πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμω̃ν καὶ σὺ ἄφες ἀφ' ἡμω̃ν οὕτως ἐρει̃ς ὁ μικρὸς δάκτυλός μου παχύτερος τη̃ς ὀσφύος του̃ πατρός μου
11 καὶ νυ̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ζυγω̨̃ βαρει̃ καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμω̃ν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις
12 καὶ ἠ̃λθεν Ιεροβοαμ καὶ πα̃ς ὁ λαὸς πρὸς Ροβοαμ τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων ἐπιστρέψατε πρός με τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨
13 καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοαμ τὴν βουλὴν τω̃ν πρεσβυτέρων
14 καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τω̃ν νεωτέρων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμω̃ν καὶ ἐγὼ προσθήσω ἐπ' αὐτόν ὁ πατήρ μου ἐπαίδευσεν ὑμα̃ς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμα̃ς ἐν σκορπίοις
15 καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς του̃ λαου̃ ὅτι ἠ̃ν μεταστροφὴ παρὰ του̃ θεου̃ λέγων ἀνέστησεν κύριος τὸν λόγον αὐτου̃ ὃν ἐλάλησεν ἐν χειρὶ Αχια του̃ Σηλωνίτου περὶ Ιεροβοαμ υἱου̃ Ναβατ
16 καὶ παντὸς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτω̃ν καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων τίς ἡμι̃ν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱω̨̃ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ νυ̃ν βλέπε τὸν οἰ̃κόν σου Δαυιδ καὶ ἐπορεύθη πα̃ς Ισραηλ εἰς τὰ σκηνώματα αὐτου̃
17 καὶ ἄνδρες Ισραηλ οἱ κατοικου̃ντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ' αὐτω̃ν Ροβοαμ
18 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ροβοαμ τὸν Αδωνιραμ τὸν ἐπὶ του̃ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ισραηλ λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔσπευσεν του̃ ἀναβη̃ναι εἰς τὸ ἅρμα του̃ φυγει̃ν εἰς Ιερουσαλημ
19 καὶ ἠθέτησεν Ισραηλ ἐν τω̨̃ οἴκω̨ Δαυιδ ἕως τη̃ς ἡμέρας ταύτης
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.