Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 18

καὶ ἐγενήθη τω̨̃ Ιωσαφατ ἔτι πλου̃τος καὶ δόξα πολλή καὶ ἐπεγαμβρεύσατο ἐν οἴκω̨ Αχααβ
καὶ κατέβη διὰ τέλους ἐτω̃ν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτω̨̃ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ καὶ ἠπάτα αὐτὸν του̃ συναναβη̃ναι μετ' αὐτου̃ εἰς Ραμωθ τη̃ς Γαλααδίτιδος
καὶ εἰ̃πεν Αχααβ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ βασιλέα Ιουδα πορεύση̨ μετ' ἐμου̃ εἰς Ραμωθ τη̃ς Γαλααδίτιδος καὶ εἰ̃πεν αὐτω̨̃ ὡς ἐγώ οὕτως καὶ σύ ὡς ὁ λαός σου καὶ ὁ λαός μου μετὰ σου̃ εἰς πόλεμον
καὶ εἰ̃πεν Ιωσαφατ πρὸς βασιλέα Ισραηλ ζήτησον δὴ σήμερον τὸν κύριον
καὶ συνήγαγεν ὁ βασιλεὺς Ισραηλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἰ̃πεν αὐτοι̃ς εἰ πορευθω̃ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃παν ἀνάβαινε καὶ δώσει ὁ θεὸς εἰς τὰς χει̃ρας του̃ βασιλέως
καὶ εἰ̃πεν Ιωσαφατ οὐκ ἔστιν ὡ̃δε προφήτης του̃ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ' αὐτου̃
καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἔτι ἀνὴρ εἱ̃ς του̃ ζητη̃σαι τὸν κύριον δι' αὐτου̃ καὶ ἐγὼ ἐμίσησα αὐτόν ὅτι οὐκ ἔστιν προφητεύων περὶ ἐμου̃ εἰς ἀγαθά ὅτι πα̃σαι αἱ ἡμέραι αὐτου̃ εἰς κακά οὑ̃τος Μιχαιας υἱὸς Ιεμλα καὶ εἰ̃πεν Ιωσαφατ μὴ λαλείτω ὁ βασιλεὺς οὕτως
καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ισραηλ εὐνου̃χον ἕνα καὶ εἰ̃πεν τάχος Μιχαιαν υἱὸν Ιεμλα
καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτου̃ καὶ ἐνδεδυμένοι στολὰς καθήμενοι ἐν τω̨̃ εὐρυχώρω̨ θύρας πύλης Σαμαρείας καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον ἐναντίον αὐτω̃ν
10 καὶ ἐποίησεν ἑαυτω̨̃ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρα̃ καὶ εἰ̃πεν τάδε λέγει κύριος ἐν τούτοις κερατιει̃ς τὴν Συρίαν ἕως ἂν συντελεσθη̨̃
11 καὶ πάντες οἱ προφη̃ται ἐπροφήτευον οὕτως λέγοντες ἀνάβαινε εἰς Ραμωθ Γαλααδ καὶ εὐοδωθήση̨ καὶ δώσει κύριος εἰς χει̃ρας του̃ βασιλέως
12 καὶ ὁ ἄγγελος ὁ πορευθεὶς του̃ καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτω̨̃ λέγων ἰδοὺ ἐλάλησαν οἱ προφη̃ται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ του̃ βασιλέως καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτω̃ν καὶ λαλήσεις ἀγαθά
13 καὶ εἰ̃πεν Μιχαιας ζη̨̃ κύριος ὅτι ὃ ἐὰν εἴπη̨ ὁ θεὸς πρός με αὐτὸ λαλήσω
14 καὶ ἠ̃λθεν πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς Μιχαια εἰ πορευθω̃ εἰς Ραμωθ Γαλααδ εἰς πόλεμον ἢ ἐπίσχω καὶ εἰ̃πεν ἀνάβαινε καὶ εὐοδώσεις καὶ δοθήσονται εἰς χει̃ρας ὑμω̃ν
15 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήση̨ς πρός με πλὴν ἀλήθειαν ἐν ὀνόματι κυρίου
16 καὶ εἰ̃πεν εἰ̃δον τὸν Ισραηλ διεσπαρμένους ἐν τοι̃ς ὄρεσιν ὡς πρόβατα οἱ̃ς οὐκ ἔστιν ποιμήν καὶ εἰ̃πεν κύριος οὐκ ἔχουσιν ἡγούμενον ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἰ̃κον αὐτου̃ ἐν εἰρήνη̨
17 καὶ εἰ̃πεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ οὐκ εἰ̃πά σοι ὅτι οὐ προφητεύει περὶ ἐμου̃ ἀγαθά ἀλλ' ἢ κακά
18 καὶ εἰ̃πεν οὐχ οὕτως ἀκούσατε λόγον κυρίου εἰ̃δον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτου̃ καὶ πα̃σα δύναμις του̃ οὐρανου̃ εἱστήκει ἐκ δεξιω̃ν αὐτου̃ καὶ ἐξ ἀριστερω̃ν αὐτου̃
19 καὶ εἰ̃πεν κύριος τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσει̃ται ἐν Ραμωθ Γαλααδ καὶ εἰ̃πεν οὑ̃τος οὕτως καὶ οὑ̃τος εἰ̃πεν οὕτως
20 καὶ ἐξη̃λθεν τὸ πνευ̃μα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἰ̃πεν ἐγὼ ἀπατήσω αὐτόν καὶ εἰ̃πεν κύριος ἐν τίνι
21 καὶ εἰ̃πεν ἐξελεύσομαι καὶ ἔσομαι πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν αὐτου̃ καὶ εἰ̃πεν ἀπατήσεις καὶ δυνήση̨ ἔξελθε καὶ ποίησον οὕτως
22 καὶ νυ̃ν ἰδοὺ ἔδωκεν κύριος πνευ̃μα ψευδὲς ἐν στόματι πάντων τω̃ν προφητω̃ν σου τούτων καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά
23 καὶ ἤγγισεν Σεδεκιας υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἰ̃πεν αὐτω̨̃ ποία̨ τη̨̃ ὁδω̨̃ παρη̃λθεν πνευ̃μα κυρίου παρ' ἐμου̃ του̃ λαλη̃σαι πρὸς σέ
24 καὶ εἰ̃πεν Μιχαιας ἰδοὺ ὄψη̨ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν ἡ̨̃ εἰσελεύση̨ ταμίειον ἐκ ταμιείου του̃ κατακρυβη̃ναι
25 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε πρὸς Εμηρ ἄρχοντα τη̃ς πόλεως καὶ πρὸς Ιωας ἄρχοντα υἱὸν του̃ βασιλέως
26 καὶ ἐρει̃ς οὕτως εἰ̃πεν ὁ βασιλεύς ἀπόθεσθε του̃τον εἰς οἰ̃κον φυλακη̃ς καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως του̃ ἐπιστρέψαι με ἐν εἰρήνη̨
27 καὶ εἰ̃πεν Μιχαιας ἐὰν ἐπιστρέφων ἐπιστρέψη̨ς ἐν εἰρήνη̨ οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί ἀκούσατε λαοὶ πάντες
28 καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαφατ βασιλεὺς Ιουδα εἰς Ραμωθ Γαλααδ
29 καὶ εἰ̃πεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ κατακαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰση̃λθεν εἰς τὸν πόλεμον
30 καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοι̃ς ἄρχουσιν τω̃ν ἁρμάτων τοι̃ς μετ' αὐτου̃ λέγων μὴ πολεμει̃τε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ' ἢ τὸν βασιλέα Ισραηλ μόνον
31 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων τὸν Ιωσαφατ καὶ αὐτοὶ εἰ̃παν Βασιλεὺς Ισραηλ ἐστίν καὶ ἐκύκλωσαν αὐτὸν του̃ πολεμει̃ν καὶ ἐβόησεν Ιωσαφατ καὶ κύριος ἔσωσεν αὐτόν καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ' αὐτου̃
32 καὶ ἐγένετο ὡς εἰ̃δον οἱ ἄρχοντες τω̃ν ἁρμάτων ὅτι οὐκ ἠ̃ν βασιλεὺς Ισραηλ καὶ ἀπέστρεψαν ἀπ' αὐτου̃
33 καὶ ἀνὴρ ἐνέτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον του̃ πνεύμονος καὶ ἀνὰ μέσον του̃ θώρακος καὶ εἰ̃πεν τω̨̃ ἡνιόχω̨ ἐπίστρεφε τὴν χει̃ρά σου καὶ ἐξάγαγέ με ἐκ του̃ πολέμου ὅτι ἐπόνεσα
34 καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ὁ βασιλεὺς Ισραηλ ἠ̃ν ἑστηκὼς ἐπὶ του̃ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας καὶ ἀπέθανεν δύνοντος του̃ ἡλίου
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.