Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β, κεφαλίς 36

καὶ ἔλαβεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ του̃ πατρὸς αὐτου̃ ἐν Ιερουσαλημ
υἱὸς εἴκοσι καὶ τριω̃ν ἐτω̃ν Ιωαχαζ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ
καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γη̃ν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου
καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου του̃ πατρὸς αὐτου̃ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτου̃ Ιωακιμ καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτου̃ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκει̃
ὢν εἴκοσι καὶ πέντε ἐτω̃ν Ιωακιμ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Ζεχωρα θυγάτηρ Νηριου ἐκ Ραμα καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτου̃
καὶ ἀνέβη ἐπ' αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαι̃ς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλω̃να
καὶ μέρος τω̃ν σκευω̃ν οἴκου κυρίου ἀπήνεγκεν εἰς Βαβυλω̃να καὶ ἔθηκεν αὐτὰ ἐν τω̨̃ ναω̨̃ αὐτου̃ ἐν Βαβυλω̃νι
καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωακιμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τω̃ν πατέρων αὐτου̃ καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
υἱὸς ὀκτωκαίδεκα ἐτω̃ν Ιεχονιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
10 καὶ ἐπιστρέφοντος του̃ ἐνιαυτου̃ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλω̃να μετὰ τω̃ν σκευω̃ν τω̃ν ἐπιθυμητω̃ν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν του̃ πατρὸς αὐτου̃ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ
11 ἐτω̃ν εἴκοσι ἑνὸς Σεδεκιας ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
12 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου θεου̃ αὐτου̃ οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου του̃ προφήτου καὶ ἐκ στόματος κυρίου
13 ἐν τω̨̃ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετη̃σαι ἃ ὥρκισεν αὐτὸν κατὰ του̃ θεου̃ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτου̃ καὶ τὴν καρδίαν αὐτου̃ κατίσχυσεν του̃ μὴ ἐπιστρέψαι πρὸς κύριον θεὸν Ισραηλ
14 καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερει̃ς καὶ ὁ λαὸς τη̃ς γη̃ς ἐπλήθυναν του̃ ἀθετη̃σαι ἀθετήματα βδελυγμάτων ἐθνω̃ν καὶ ἐμίαναν τὸν οἰ̃κον κυρίου τὸν ἐν Ιερουσαλημ
15 καὶ ἐξαπέστειλεν κύριος ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν ἐν χειρὶ προφητω̃ν ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτου̃ ὅτι ἠ̃ν φειδόμενος του̃ λαου̃ αὐτου̃ καὶ του̃ ἁγιάσματος αὐτου̃
16 καὶ ἠ̃σαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτου̃ καὶ ἐξουδενου̃ντες τοὺς λόγους αὐτου̃ καὶ ἐμπαίζοντες ἐν τοι̃ς προφήταις αὐτου̃ ἕως ἀνέβη ὁ θυμὸς κυρίου ἐν τω̨̃ λαω̨̃ αὐτου̃ ἕως οὐκ ἠ̃ν ἴαμα
17 καὶ ἤγαγεν ἐπ' αὐτοὺς βασιλέα Χαλδαίων καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτω̃ν ἐν ῥομφαία̨ ἐν οἴκω̨ ἁγιάσματος αὐτου̃ καὶ οὐκ ἐφείσατο του̃ Σεδεκιου καὶ τὰς παρθένους αὐτω̃ν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτω̃ν ἀπήγαγον τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτω̃ν
18 καὶ πάντα τὰ σκεύη οἴκου θεου̃ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων πάντα εἰσήνεγκεν εἰς Βαβυλω̃να
19 καὶ ἐνέπρησεν τὸν οἰ̃κον κυρίου καὶ κατέσκαψεν τὸ τει̃χος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτη̃ς ἐνέπρησεν ἐν πυρὶ καὶ πα̃ν σκευ̃ος ὡραι̃ον εἰς ἀφανισμόν
20 καὶ ἀπώ̨κισεν τοὺς καταλοίπους εἰς Βαβυλω̃να καὶ ἠ̃σαν αὐτω̨̃ καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ εἰς δούλους ἕως βασιλείας Μήδων
21 του̃ πληρωθη̃ναι λόγον κυρίου διὰ στόματος Ιερεμιου ἕως του̃ προσδέξασθαι τὴν γη̃ν τὰ σάββατα αὐτη̃ς σαββατίσαι πάσας τὰς ἡμέρας τη̃ς ἐρημώσεως αὐτη̃ς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτω̃ν ἑβδομήκοντα
22 ἔτους πρώτου Κύρου βασιλέως Περσω̃ν μετὰ τὸ πληρωθη̃ναι ῥη̃μα κυρίου διὰ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνευ̃μα Κύρου βασιλέως Περσω̃ν καὶ παρήγγειλεν κηρύξαι ἐν πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ ἐν γραπτω̨̃ λέγων
23 τάδε λέγει Κυ̃ρος βασιλεὺς Περσω̃ν πάσας τὰς βασιλείας τη̃ς γη̃ς ἔδωκέν μοι κύριος ὁ θεὸς του̃ οὐρανου̃ καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομη̃σαι αὐτω̨̃ οἰ̃κον ἐν Ιερουσαλημ ἐν τη̨̃ Ιουδαία̨ τίς ἐξ ὑμω̃ν ἐκ παντὸς του̃ λαου̃ αὐτου̃ ἔσται ὁ θεὸς αὐτου̃ μετ' αὐτου̃ καὶ ἀναβήτω
 προσευχὴ Μανασση Μανασση
κύριε παντοκράτωρ ὁ θεὸς τῶν πατέρων ἡμῶν τοῦ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου
ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν σὺν παντὶ τῷ κόσμῳ αὐτῶν
ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου
ὃν πάντα φρίττει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου
ὅτι ἄστεκτος ἡ μεγαλοπρέπεια τῆς δόξης σου καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου
ἀμέτρητόν τε καὶ ἀνεξιχνίαστον τὸ ἔλεος τῆς ἐπαγγελίας σο
ὅτι σὺ εἶ κύριος ὕψιστος εὔσπλαγχνος μακρόθυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων
σὺ οὖν κύριε ὁ θεὸς τῶν δικαίων οὐκ ἔθου μετάνοιαν δικαίοις τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τοῖς οὐχ ἡμαρτηκόσιν σοι ἀλλ’ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ
διότι ἥμαρτον ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης ἐπλήθυναν αἱ ἀνομίαι μου κύριε ἐπλήθυναν καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου
κατακαμπτόμενος πολλῷ δεσμῷ σιδήρου εἰς τὸ ἀνανεῦσαί με ὑπὲρ ἁμαρτιῶν μου καὶ οὐκ ἔστιν μοι ἄνεσις διότι παρώργισα τὸν θυμόν σου καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα
καὶ νῦν κλίνω γόνυ καρδίας δεόμενος τῆς παρὰ σοῦ χρηστότητος
ἡμάρτηκα κύριε ἡμάρτηκα καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω
αἰτοῦμαι δεόμενός σου ἄνες μοι κύριε ἄνες μοι μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου μηδὲ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι μηδὲ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς ὅτι σὺ εἶ κύριε ὁ θεὸς τῶν μετανοούντων
καὶ ἐν ἐμοὶ δείξῃς τὴν ἀγαθωσύνην σου ὅτι ἀνάξιον ὄντα σώσεις με κατὰ τὸ πολὺ ἔλεός σου
καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας αμην
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.