ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 36,
στἰχοι 1-4
1 καὶ ἔλαβεν ὁ λαὸς τη̃ς γη̃ς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ του̃ πατρὸς αὐτου̃ ἐν Ιερουσαλημ |
2 υἱὸς εἴκοσι καὶ τριω̃ν ἐτω̃ν Ιωαχαζ ἐν τω̨̃ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ |
3 καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γη̃ν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου |
4 καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου του̃ πατρὸς αὐτου̃ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτου̃ Ιωακιμ καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτου̃ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκει̃ |
To view greek and slavonic text correctly you need to install
Lucida Sans Unicode and
Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.