Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 5

οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμω̃ν οἰκία του̃ σκήνους καταλυθη̨̃ οἰκοδομὴν ἐκ θεου̃ ἔχομεν οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοι̃ς οὐρανοι̃ς
καὶ γὰρ ἐν τούτω̨ στενάζομεν τò οἰκητήριον ἡμω̃ν τò ἐξ οὐρανου̃ ἐπενδύσασθαι ἐπιποθου̃ντες
εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα
καὶ γὰρ οἱ ὄντες ἐν τω̨̃ σκήνει στενάζομεν βαρούμενοι ἐφ' ὡ̨̃ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ' ἐπενδύσασθαι ἵνα καταποθη̨̃ τò θνητòν ὑπò τη̃ς ζωη̃ς
ὁ δὲ κατεργασάμενος ἡμα̃ς εἰς αὐτò του̃το θεός ὁ δοὺς ἡμι̃ν τòν ἀρραβω̃να του̃ πνεύματος
θαρρου̃ντες οὐ̃ν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημου̃ντες ἐν τω̨̃ σώματι ἐκδημου̃μεν ἀπò του̃ κυρίου
διὰ πίστεως γὰρ περιπατου̃μεν οὐ διὰ εἴδους
θαρρου̃μεν δὲ καὶ εὐδοκου̃μεν μα̃λλον ἐκδημη̃σαι ἐκ του̃ σώματος καὶ ἐνδημη̃σαι πρòς τòν κύριον
διò καὶ φιλοτιμούμεθα εἴτε ἐνδημου̃ντες εἴτε ἐκδημου̃ντες εὐάρεστοι αὐτω̨̃ εἰ̃ναι
10 τοὺς γὰρ πάντας ἡμα̃ς φανερωθη̃ναι δει̃ ἔμπροσθεν του̃ βήματος του̃ Χριστου̃ ἵνα κομίσηται ἕκαστος τὰ διὰ του̃ σώματος πρòς ἃ ἔπραξεν εἴτε ἀγαθòν εἴτε φαυ̃λον
11 εἰδότες οὐ̃ν τòν φόβον του̃ κυρίου ἀνθρώπους πείθομεν θεω̨̃ δὲ πεφανερώμεθα ἐλπίζω δὲ καὶ ἐν ται̃ς συνειδήσεσιν ὑμω̃ν πεφανερω̃σθαι
12 οὐ πάλιν ἑαυτοὺς συνιστάνομεν ὑμι̃ν ἀλλὰ ἀφορμὴν διδόντες ὑμι̃ν καυχήματος ὑπὲρ ἡμω̃ν ἵνα ἔχητε πρòς τοὺς ἐν προσώπω̨ καυχωμένους καὶ μὴ ἐν καρδία̨
13 εἴτε γὰρ ἐξέστημεν θεω̨̃ εἴτε σωφρονου̃μεν ὑμι̃ν
14 ἡ γὰρ ἀγάπη του̃ Χριστου̃ συνέχει ἡμα̃ς κρίναντας του̃το ὅτι εἱ̃ς ὑπὲρ πάντων ἀπέθανεν ἄρα οἱ πάντες ἀπέθανον
15 καὶ ὑπὲρ πάντων ἀπέθανεν ἵνα οἱ ζω̃ντες μηκέτι ἑαυτοι̃ς ζω̃σιν ἀλλὰ τω̨̃ ὑπὲρ αὐτω̃ν ἀποθανόντι καὶ ἐγερθέντι
16 ὥστε ἡμει̃ς ἀπò του̃ νυ̃ν οὐδένα οἴδαμεν κατὰ σάρκα εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν ἀλλὰ νυ̃ν οὐκέτι γινώσκομεν
17 ὥστε εἴ τις ἐν Χριστω̨̃ καινὴ κτίσις τὰ ἀρχαι̃α παρη̃λθεν ἰδοὺ γέγονεν καινά
18 τὰ δὲ πάντα ἐκ του̃ θεου̃ του̃ καταλλάξαντος ἡμα̃ς ἑαυτω̨̃ διὰ Χριστου̃ καὶ δόντος ἡμι̃ν τὴν διακονίαν τη̃ς καταλλαγη̃ς
19 ὡς ὅτι θεòς ἠ̃ν ἐν Χριστω̨̃ κόσμον καταλλάσσων ἑαυτω̨̃ μὴ λογιζόμενος αὐτοι̃ς τὰ παραπτώματα αὐτω̃ν καὶ θέμενος ἐν ἡμι̃ν τòν λόγον τη̃ς καταλλαγη̃ς
20 ὑπὲρ Χριστου̃ οὐ̃ν πρεσβεύομεν ὡς του̃ θεου̃ παρακαλου̃ντος δι' ἡμω̃ν δεόμεθα ὑπὲρ Χριστου̃ καταλλάγητε τω̨̃ θεω̨̃
21 τòν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμω̃ν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμει̃ς γενώμεθα δικαιοσύνη θεου̃ ἐν αὐτω̨̃
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.