Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Β, κεφαλίς 13

καὶ ἐγενήθη μετὰ ταυ̃τα καὶ τω̨̃ Αβεσσαλωμ υἱω̨̃ Δαυιδ ἀδελφὴ καλὴ τω̨̃ εἴδει σφόδρα καὶ ὄνομα αὐτη̨̃ Θημαρ καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ
καὶ ἐθλίβετο Αμνων ὥστε ἀρρωστει̃ν διὰ Θημαρ τὴν ἀδελφὴν αὐτου̃ ὅτι παρθένος ἠ̃ν αὐτή καὶ ὑπέρογκον ἐν ὀφθαλμοι̃ς Αμνων του̃ ποιη̃σαί τι αὐτη̨̃
καὶ ἠ̃ν τω̨̃ Αμνων ἑται̃ρος καὶ ὄνομα αὐτω̨̃ Ιωναδαβ υἱὸς Σαμαα του̃ ἀδελφου̃ Δαυιδ καὶ Ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα
καὶ εἰ̃πεν αὐτω̨̃ τί σοι ὅτι σὺ οὕτως ἀσθενής υἱὲ του̃ βασιλέως τὸ πρωὶ πρωί οὐκ ἀπαγγελει̃ς μοι καὶ εἰ̃πεν αὐτω̨̃ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ του̃ ἀδελφου̃ μου ἐγὼ ἀγαπω̃
καὶ εἰ̃πεν αὐτω̨̃ Ιωναδαβ κοιμήθητι ἐπὶ τη̃ς κοίτης σου καὶ μαλακίσθητι καὶ εἰσελεύσεται ὁ πατήρ σου του̃ ἰδει̃ν σε καὶ ἐρει̃ς πρὸς αὐτόν ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ' ὀφθαλμούς μου βρω̃μα ὅπως ἴδω καὶ φάγω ἐκ τω̃ν χειρω̃ν αὐτη̃ς
καὶ ἐκοιμήθη Αμνων καὶ ἠρρώστησεν καὶ εἰση̃λθεν ὁ βασιλεὺς ἰδει̃ν αὐτόν καὶ εἰ̃πεν Αμνων πρὸς τὸν βασιλέα ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοι̃ς μου δύο κολλυρίδας καὶ φάγομαι ἐκ τη̃ς χειρὸς αὐτη̃ς
καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἰ̃κον λέγων πορεύθητι δὴ εἰς τὸν οἰ̃κον Αμνων του̃ ἀδελφου̃ σου καὶ ποίησον αὐτω̨̃ βρω̃μα
καὶ ἐπορεύθη Θημαρ εἰς τὸν οἰ̃κον Αμνων ἀδελφου̃ αὐτη̃ς καὶ αὐτὸς κοιμώμενος καὶ ἔλαβεν τὸ σται̃ς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ' ὀφθαλμοὺς αὐτου̃ καὶ ἥψησεν τὰς κολλυρίδας
καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτου̃ καὶ οὐκ ἠθέλησεν φαγει̃ν καὶ εἰ̃πεν Αμνων ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτου̃
10 καὶ εἰ̃πεν Αμνων πρὸς Θημαρ εἰσένεγκε τὸ βρω̃μα εἰς τὸ ταμίειον καὶ φάγομαι ἐκ τη̃ς χειρός σου καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας ἃς ἐποίησεν καὶ εἰσήνεγκεν τω̨̃ Αμνων ἀδελφω̨̃ αὐτη̃ς εἰς τὸν κοιτω̃να
11 καὶ προσήγαγεν αὐτω̨̃ του̃ φαγει̃ν καὶ ἐπελάβετο αὐτη̃ς καὶ εἰ̃πεν αὐτη̨̃ δευ̃ρο κοιμήθητι μετ' ἐμου̃ ἀδελφή μου
12 καὶ εἰ̃πεν αὐτω̨̃ μή ἄδελφέ μου μὴ ταπεινώση̨ς με διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ μὴ ποιήση̨ς τὴν ἀφροσύνην ταύτην
13 καὶ ἐγὼ που̃ ἀποίσω τὸ ὄνειδός μου καὶ σὺ ἔση̨ ὡς εἱ̃ς τω̃ν ἀφρόνων ἐν Ισραηλ καὶ νυ̃ν λάλησον δὴ πρὸς τὸν βασιλέα ὅτι οὐ μὴ κωλύση̨ με ἀπὸ σου̃
14 καὶ οὐκ ἠθέλησεν Αμνων του̃ ἀκου̃σαι τη̃ς φωνη̃ς αὐτη̃ς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ' αὐτη̃ς
15 καὶ ἐμίσησεν αὐτὴν Αμνων μι̃σος μέγα σφόδρα ὅτι μέγα τὸ μι̃σος ὃ ἐμίσησεν αὐτήν ὑπὲρ τὴν ἀγάπην ἣν ἠγάπησεν αὐτήν καὶ εἰ̃πεν αὐτη̨̃ Αμνων ἀνάστηθι καὶ πορεύου
16 καὶ εἰ̃πεν αὐτω̨̃ Θημαρ μή ἄδελφε ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην ἣν ἐποίησας μετ' ἐμου̃ του̃ ἐξαποστει̃λαί με καὶ οὐκ ἠθέλησεν Αμνων ἀκου̃σαι τη̃ς φωνη̃ς αὐτη̃ς
17 καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτου̃ τὸν προεστηκότα του̃ οἴκου αὐτου̃ καὶ εἰ̃πεν αὐτω̨̃ ἐξαποστείλατε δὴ ταύτην ἀπ' ἐμου̃ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτη̃ς
18 καὶ ἐπ' αὐτη̃ς ἠ̃ν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες του̃ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτω̃ν καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτου̃ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτη̃ς
19 καὶ ἔλαβεν Θημαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτη̃ς καὶ τὸν χιτω̃να τὸν καρπωτὸν τὸν ἐπ' αὐτη̃ς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χει̃ρας αὐτη̃ς ἐπὶ τὴν κεφαλὴν αὐτη̃ς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα
20 καὶ εἰ̃πεν πρὸς αὐτὴν Αβεσσαλωμ ὁ ἀδελφὸς αὐτη̃ς μὴ Αμνων ὁ ἀδελφός σου ἐγένετο μετὰ σου̃ καὶ νυ̃ν ἀδελφή μου κώφευσον ὅτι ἀδελφός σού ἐστιν μὴ θη̨̃ς τὴν καρδίαν σου του̃ λαλη̃σαι εἰς τὸ ῥη̃μα του̃το καὶ ἐκάθισεν Θημαρ χηρεύουσα ἐν οἴκω̨ Αβεσσαλωμ του̃ ἀδελφου̃ αὐτη̃ς
21 καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυιδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα καὶ οὐκ ἐλύπησεν τὸ πνευ̃μα Αμνων του̃ υἱου̃ αὐτου̃ ὅτι ἠγάπα αὐτόν ὅτι πρωτότοκος αὐτου̃ ἠ̃ν
22 καὶ οὐκ ἐλάλησεν Αβεσσαλωμ μετὰ Αμνων ἀπὸ πονηρου̃ ἕως ἀγαθου̃ ὅτι ἐμίσει Αβεσσαλωμ τὸν Αμνων ἐπὶ λόγου οὑ̃ ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτου̃
23 καὶ ἐγένετο εἰς διετηρίδα ἡμερω̃ν καὶ ἠ̃σαν κείροντες τω̨̃ Αβεσσαλωμ ἐν Βελασωρ τη̨̃ ἐχόμενα Εφραιμ καὶ ἐκάλεσεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς του̃ βασιλέως
24 καὶ ἠ̃λθεν Αβεσσαλωμ πρὸς τὸν βασιλέα καὶ εἰ̃πεν ἰδοὺ δὴ κείρουσιν τω̨̃ δούλω̨ σου πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παι̃δες αὐτου̃ μετὰ του̃ δούλου σου
25 καὶ εἰ̃πεν ὁ βασιλεὺς πρὸς Αβεσσαλωμ μὴ δή υἱέ μου μὴ πορευθω̃μεν πάντες ἡμει̃ς καὶ οὐ μὴ καταβαρυνθω̃μεν ἐπὶ σέ καὶ ἐβιάσατο αὐτόν καὶ οὐκ ἠθέλησεν του̃ πορευθη̃ναι καὶ εὐλόγησεν αὐτόν
26 καὶ εἰ̃πεν Αβεσσαλωμ καὶ εἰ μή πορευθήτω δὴ μεθ' ἡμω̃ν Αμνων ὁ ἀδελφός μου καὶ εἰ̃πεν αὐτω̨̃ ὁ βασιλεύς ἵνα τί πορευθη̨̃ μετὰ σου̃
27 καὶ ἐβιάσατο αὐτὸν Αβεσσαλωμ καὶ ἀπέστειλεν μετ' αὐτου̃ τὸν Αμνων καὶ πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ ἐποίησεν Αβεσσαλωμ πότον κατὰ τὸν πότον του̃ βασιλέως
28 καὶ ἐνετείλατο Αβεσσαλωμ τοι̃ς παιδαρίοις αὐτου̃ λέγων ἴδετε ὡς ἂν ἀγαθυνθη̨̃ ἡ καρδία Αμνων ἐν τω̨̃ οἴνω̨ καὶ εἴπω πρὸς ὑμα̃ς πατάξατε τὸν Αμνων καὶ θανατώσατε αὐτόν μὴ φοβηθη̃τε ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμι̃ν ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως
29 καὶ ἐποίησαν τὰ παιδάρια Αβεσσαλωμ τω̨̃ Αμνων καθὰ ἐνετείλατο αὐτοι̃ς Αβεσσαλωμ καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ του̃ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτου̃ καὶ ἔφυγαν
30 καὶ ἐγένετο αὐτω̃ν ὄντων ἐν τη̨̃ ὁδω̨̃ καὶ ἡ ἀκοὴ ἠ̃λθεν πρὸς Δαυιδ λέγων ἐπάταξεν Αβεσσαλωμ πάντας τοὺς υἱοὺς του̃ βασιλέως καὶ οὐ κατελείφθη ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς
31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτου̃ καὶ ἐκοιμήθη ἐπὶ τὴν γη̃ν καὶ πάντες οἱ παι̃δες αὐτου̃ οἱ περιεστω̃τες αὐτω̨̃ διέρρηξαν τὰ ἱμάτια αὐτω̃ν
32 καὶ ἀπεκρίθη Ιωναδαβ υἱὸς Σαμαα ἀδελφου̃ Δαυιδ καὶ εἰ̃πεν μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς του̃ βασιλέως ἐθανάτωσεν ὅτι Αμνων μονώτατος ἀπέθανεν ὅτι ἐπὶ στόματος Αβεσσαλωμ ἠ̃ν κείμενος ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐταπείνωσεν Θημαρ τὴν ἀδελφὴν αὐτου̃
33 καὶ νυ̃ν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτου̃ ῥη̃μα λέγων πάντες οἱ υἱοὶ του̃ βασιλέως ἀπέθαναν ὅτι ἀλλ' ἢ Αμνων μονώτατος ἀπέθανεν
34 καὶ ἀπέδρα Αβεσσαλωμ καὶ ἠ̃ρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ εἰ̃δεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τη̨̃ ὁδω̨̃ ὄπισθεν αὐτου̃ ἐκ πλευρα̃ς του̃ ὄρους ἐν τη̨̃ καταβάσει καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τω̨̃ βασιλει̃ καὶ εἰ̃πεν ἄνδρας ἑώρακα ἐκ τη̃ς ὁδου̃ τη̃ς Ωρωνην ἐκ μέρους του̃ ὄρους
35 καὶ εἰ̃πεν Ιωναδαβ πρὸς τὸν βασιλέα ἰδοὺ οἱ υἱοὶ του̃ βασιλέως πάρεισιν κατὰ τὸν λόγον του̃ δούλου σου οὕτως ἐγένετο
36 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλω̃ν καὶ ἰδοὺ οἱ υἱοὶ του̃ βασιλέως ἠ̃λθαν καὶ ἐπη̃ραν τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παι̃δες αὐτου̃ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα
37 καὶ Αβεσσαλωμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς Θολμαι υἱὸν Εμιουδ βασιλέα Γεδσουρ εἰς γη̃ν Μαχαδ καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυιδ ἐπὶ τὸν υἱὸν αὐτου̃ πάσας τὰς ἡμέρας
38 καὶ Αβεσσαλωμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσουρ καὶ ἠ̃ν ἐκει̃ ἔτη τρία
39 καὶ ἐκόπασεν τὸ πνευ̃μα του̃ βασιλέως του̃ ἐξελθει̃ν ὀπίσω Αβεσσαλωμ ὅτι παρεκλήθη ἐπὶ Αμνων ὅτι ἀπέθανεν
To view greek and slavonic text correctly you need to install Lucida Sans Unicode and Hirmos fonts. If your browser supports latest CSS3 standard, fonts will be auto-loaded, there's no need to install them.

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.