1 τω̨̃ δὲ ἐνάτω̨ καὶ τεσσαρακοστω̨̃ καὶ ἑκατοστω̨̃ ἔτει προσέπεσεν τοι̃ς περὶ τὸν Ιουδαν 'Αντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ιουδαίαν |
2 καὶ σὺν αὐτω̨̃ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τω̃ν πραγμάτων ἕκαστον ἔχοντα δύναμιν 'Ελληνικὴν πεζω̃ν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἴκοσι δύο ἅρματα δὲ δρεπανηφόρα τριακόσια |
3 συνέμειξεν δὲ αὐτοι̃ς καὶ Μενέλαος καὶ παρεκάλει μετὰ πολλη̃ς εἰρωνείας τὸν 'Αντίοχον οὐκ ἐπὶ σωτηρία̨ τη̃ς πατρίδος οἰόμενος δὲ ἐπὶ τη̃ς ἀρχη̃ς κατασταθήσεσθαι |
4 ὁ δὲ βασιλεὺς τω̃ν βασιλέων ἐξήγειρεν τὸν θυμὸν του̃ 'Αντιόχου ἐπὶ τὸν ἀλιτήριον καὶ Λυσίου ὑποδείξαντος του̃τον αἴτιον εἰ̃ναι πάντων τω̃ν κακω̃ν προσέταξεν ὡς ἔθος ἐστὶν ἐν τω̨̃ τόπω̨ προσαπολέσαι ἀγαγόντας εἰς Βέροιαν |
5 ἔστιν δὲ ἐν τω̨̃ τόπω̨ πύργος πεντήκοντα πήχεων πλήρης σποδου̃ οὑ̃τος δὲ ὄργανον εἰ̃χεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν |
6 ἐνταυ̃θα τὸν ἱεροσυλίας ἔνοχον ἢ καί τινων ἄλλων κακω̃ν ὑπεροχὴν πεποιημένον ἅπαντες προσωθου̃σιν εἰς ὄλεθρον |
7 τοιούτω̨ μόρω̨ τὸν παράνομον συνέβη θανει̃ν μηδὲ τη̃ς γη̃ς τυχόντα Μενέλαον |
8 πάνυ δικαίως ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα οὑ̃ τὸ πυ̃ρ ἁγνὸν ἠ̃ν καὶ ἡ σποδός ἐν σποδω̨̃ τὸν θάνατον ἐκομίσατο |
9 τοι̃ς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρβαρωμένος ἤρχετο τὰ χείριστα τω̃ν ἐπὶ του̃ πατρὸς αὐτου̃ γεγονότων ἐνδειξόμενος τοι̃ς Ιουδαίοις |
10 μεταλαβὼν δὲ Ιουδας ταυ̃τα παρήγγειλεν τω̨̃ πλήθει δι' ἡμέρας καὶ νυκτὸς ἐπικαλει̃σθαι τὸν κύριον εἴ ποτε καὶ ἄλλοτε καὶ νυ̃ν ἐπιβοηθει̃ν τοι̃ς του̃ νόμου καὶ πατρίδος καὶ ἱερου̃ ἁγίου στερει̃σθαι μέλλουσιν |
11 καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐα̃σαι τοι̃ς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι |
12 πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμου̃ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμου̃ καὶ νηστειω̃ν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρει̃ς ἀδιαλείπτως παρακαλέσας αὐτοὺς ὁ Ιουδας ἐκέλευσεν παραγίνεσθαι |
13 καθ' ἑαυτὸν δὲ σὺν τοι̃ς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλει̃ν του̃ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσθαι τη̃ς πόλεως ἐγκρατει̃ς ἐξελθόντας κρι̃ναι τὰ πράγματα τη̨̃ του̃ θεου̃ βοηθεία̨ |
14 δοὺς δὲ τὴν ἐπιτροπὴν τω̨̃ κτίστη̨ του̃ κόσμου παρακαλέσας τοὺς σὺν αὐτω̨̃ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων ἱερου̃ πόλεως πατρίδος πολιτείας περὶ δὲ Μωδεϊν ἐποιήσατο τὴν στρατοπεδείαν |
15 ἀναδοὺς δὲ τοι̃ς περὶ αὐτὸν σύνθημα θεου̃ νίκην μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνει̃λεν εἰς ἄνδρας δισχιλίους καὶ τὸν πρωτεύοντα τω̃ν ἐλεφάντων σὺν τω̨̃ κατ' οἰκίαν ὄντι συνεκέντησεν |
16 καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχη̃ς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημερου̃ντες |
17 ὑποφαινούσης δὲ ἤδη τη̃ς ἡμέρας του̃το ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτω̨̃ του̃ κυρίου σκέπην |
18 ὁ δὲ βασιλεὺς εἰληφὼς γευ̃μα τη̃ς τω̃ν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους |
19 καὶ ἐπὶ Βαιθσουρα φρούριον ὀχυρὸν τω̃ν Ιουδαίων προση̃γεν ἐτροπου̃το προσέκρουεν ἠλαττονου̃το |
20 τοι̃ς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν |
21 προσήγγειλεν δὲ τὰ μυστήρια τοι̃ς πολεμίοις Ροδοκος ἐκ τη̃ς Ιουδαϊκη̃ς τάξεως ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη |
22 ἐδευτερολόγησεν ὁ βασιλεὺς τοι̃ς ἐν Βαιθσουροις δεξιὰν ἔδωκεν ἔλαβεν ἀπή̨ει προσέβαλεν τοι̃ς περὶ τὸν Ιουδαν ἥττων ἐγένετο |
23 μετέλαβεν ἀπονενοη̃σθαι τὸν Φίλιππον ἐν 'Αντιοχεία̨ τὸν ἀπολελειμμένον ἐπὶ τω̃ν πραγμάτων συνεχύθη τοὺς Ιουδαίους παρεκάλεσεν ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πα̃σι τοι̃ς δικαίοις συνελύθη καὶ θυσίαν προσήγαγεν ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησεν |
24 καὶ τὸν Μακκαβαι̃ον ἀπεδέξατο κατέλιπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τω̃ν Γερρηνω̃ν ἡγεμονίδην |
25 ἠ̃λθεν εἰς Πτολεμαίδα ἐδυσφόρουν περὶ τω̃ν συνθηκω̃ν οἱ Πτολεμαει̃ς ἐδείναζον γὰρ ὑπὲρ ὡ̃ν ἠθέλησαν ἀθετει̃ν τὰς διαστάλσεις |
26 προση̃λθεν ἐπὶ τὸ βη̃μα Λυσίας ἀπελογήσατο ἐνδεχομένως συνέπεισεν κατεπράυνεν εὐμενει̃ς ἐποίησεν ἀνέζευξεν εἰς 'Αντιόχειαν οὕτω τὰ του̃ βασιλέως τη̃ς ἐφόδου καὶ τη̃ς ἀναζυγη̃ς ἐχώρησεν |