Bible-Center
Whole Bible
Greek/Septuagint (gr)

ΜΑΚΚΑΒΑΊΩΝ Β, κεφαλίς 2,  στἰχοι 1-8

1 εὑρίσκεται δὲ ἐν ται̃ς ἀπογραφαι̃ς Ιερεμιας ὁ προφήτης ὅτι ἐκέλευσεν του̃ πυρὸς λαβει̃ν τοὺς μεταγενομένους ὡς σεσήμανται
2 καὶ ὡς ἐνετείλατο τοι̃ς μεταγενομένοις ὁ προφήτης δοὺς αὐτοι̃ς τὸν νόμον ἵνα μὴ ἐπιλάθωνται τω̃ν προσταγμάτων του̃ κυρίου καὶ ἵνα μὴ ἀποπλανηθω̃σιν ται̃ς διανοίαις βλέποντες ἀγάλματα χρυσα̃ καὶ ἀργυρα̃ καὶ τὸν περὶ αὐτὰ κόσμον
3 καὶ ἕτερα τοιαυ̃τα λέγων παρεκάλει μὴ ἀποστη̃ναι τὸν νόμον ἀπὸ τη̃ς καρδίας αὐτω̃ν
4 ἠ̃ν δὲ ἐν τη̨̃ γραφη̨̃ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης χρηματισμου̃ γενηθέντος αὐτω̨̃ συνακολουθει̃ν ὡς δὲ ἐξη̃λθεν εἰς τὸ ὄρος οὑ̃ ὁ Μωυση̃ς ἀναβὰς ἐθεάσατο τὴν του̃ θεου̃ κληρονομίαν
5 καὶ ἐλθὼν ὁ Ιερεμιας εὑ̃ρεν οἰ̃κον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον του̃ θυμιάματος εἰσήνεγκεν ἐκει̃ καὶ τὴν θύραν ἐνέφραξεν
6 καὶ προσελθόντες τινὲς τω̃ν συνακολουθούντων ὥστε ἐπισημάνασθαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήθησαν εὑρει̃ν
7 ὡς δὲ ὁ Ιερεμιας ἔγνω μεμψάμενος αὐτοι̃ς εἰ̃πεν ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγη̨ ὁ θεὸς ἐπισυναγωγὴν του̃ λαου̃ καὶ ἵλεως γένηται
8 καὶ τότε ὁ κύριος ἀναδείξει ταυ̃τα καὶ ὀφθήσεται ἡ δόξα του̃ κυρίου καὶ ἡ νεφέλη ὡς ἐπὶ Μωυση̨̃ ἐδηλου̃το ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθη̨̃ μεγάλως

After registering, you can subscribe to any Bible reading plan.

Personalized settings and other services for registered users are planned, so we recommend registering now. Registration is free.