1 μετ' οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα 'Αθηναι̃ον ἀναγκάζειν τοὺς Ιουδαίους μεταβαίνειν ἀπὸ τω̃ν πατρίων νόμων καὶ τοι̃ς του̃ θεου̃ νόμοις μὴ πολιτεύεσθαι |
2 μολυ̃ναι δὲ καὶ τὸν ἐν Ιεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς 'Ολυμπίου καὶ τὸν ἐν Γαριζιν καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκου̃ντες Διὸς Ξενίου |
3 χαλεπὴ δὲ καὶ τοι̃ς ὅλοις ἠ̃ν δυσχερὴς ἡ ἐπίτασις τη̃ς κακίας |
4 τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τω̃ν ἐθνω̃ν ἐπεπληρου̃το ῥα̨θυμούντων μεθ' ἑταιρω̃ν καὶ ἐν τοι̃ς ἱεροι̃ς περιβόλοις γυναιξὶ πλησιαζόντων ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἰσφερόντων |
5 τὸ δὲ θυσιαστήριον τοι̃ς ἀποδιεσταλμένοις ἀπὸ τω̃ν νόμων ἀθεμίτοις ἐπεπλήρωτο |
6 ἠ̃ν δ' οὔτε σαββατίζειν οὔτε πατρώ̨ους ἑορτὰς διαφυλάττειν οὔτε ἁπλω̃ς Ιουδαι̃ον ὁμολογει̃ν εἰ̃ναι |
7 ἤγοντο δὲ μετὰ πικρα̃ς ἀνάγκης εἰς τὴν κατὰ μη̃να του̃ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν γενομένης δὲ Διονυσίων ἑορτη̃ς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τω̨̃ Διονύσω̨ |
8 ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας 'Ελληνίδας πόλεις Πτολεμαίου ὑποθεμένου τὴν αὐτὴν ἀγωγὴν κατὰ τω̃ν Ιουδαίων ἄγειν καὶ σπλαγχνίζειν |
9 τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ ἑλληνικὰ κατασφάζειν παρη̃ν οὐ̃ν ὁρα̃ν τὴν ἐνεστω̃σαν ταλαιπωρίαν |
10 δύο γὰρ γυναι̃κες ἀνήχθησαν περιτετμηκυι̃αι τὰ τέκνα τούτων δὲ ἐκ τω̃ν μαστω̃ν κρεμάσαντες τὰ βρέφη καὶ δημοσία̨ περιαγαγόντες αὐτὰς τὴν πόλιν κατὰ του̃ τείχους ἐκρήμνισαν |
11 ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἄγειν τὴν ἑβδομάδα μηνυθέντες τω̨̃ Φιλίππω̨ συνεφλογίσθησαν διὰ τὸ εὐλαβω̃ς ἔχειν βοηθη̃σαι ἑαυτοι̃ς κατὰ τὴν δόξαν τη̃ς σεμνοτάτης ἡμέρας |
12 παρακαλω̃ οὐ̃ν τοὺς ἐντυγχάνοντας τη̨̃δε τη̨̃ βίβλω̨ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον ἀλλὰ πρὸς παιδείαν του̃ γένους ἡμω̃ν εἰ̃ναι |
13 καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐα̃σθαι τοὺς δυσσεβου̃ντας ἀλλ' εὐθέως περιπίπτειν ἐπιτίμοις μεγάλης εὐεργεσίας σημει̃όν ἐστιν |
14 οὐ γὰρ καθάπερ καὶ ἐπὶ τω̃ν ἄλλων ἐθνω̃ν ἀναμένει μακροθυμω̃ν ὁ δεσπότης μέχρι του̃ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιω̃ν κολάσαι οὕτως καὶ ἐφ' ἡμω̃ν ἔκρινεν εἰ̃ναι |
15 ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμω̃ν τω̃ν ἁμαρτιω̃ν ὕστερον ἡμα̃ς ἐκδικα̨̃ |
16 διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀφ' ἡμω̃ν ἀφίστησιν παιδεύων δὲ μετὰ συμφορα̃ς οὐκ ἐγκαταλείπει τὸν ἑαυτου̃ λαόν |
17 πλὴν ἕως ὑπομνήσεως ταυ̃θ' ἡμι̃ν εἰρήσθω δι' ὀλίγων δ' ἐλευστέον ἐπὶ τὴν διήγησιν |
18 Ελεάζαρός τις τω̃ν πρωτευόντων γραμματέων ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν του̃ προσώπου κάλλιστος ἀναχανὼν ἠναγκάζετο φαγει̃ν ὕειον κρέας |
19 ὁ δὲ τὸν μετ' εὐκλείας θάνατον μα̃λλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προση̃γεν |
20 προπτύσας δὲ καθ' ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὡ̃ν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζη̃ν φιλοστοργίαν |
21 οἱ δὲ πρὸς τω̨̃ παρανόμω̨ σπλαγχνισμω̨̃ τεταγμένοι διὰ τὴν ἐκ τω̃ν παλαιω̃ν χρόνων πρὸς τὸν ἄνδρα γνω̃σιν ἀπολαβόντες αὐτὸν κατ' ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα οἱ̃ς καθη̃κον αὐτω̨̃ χρα̃σθαι δι' αὐτου̃ παρασκευασθέντα ὑποκριθη̃ναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ του̃ βασιλέως προστεταγμένα τω̃ν ἀπὸ τη̃ς θυσίας κρεω̃ν |
22 ἵνα του̃το πράξας ἀπολυθη̨̃ του̃ θανάτου καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχη̨ φιλανθρωπίας |
23 ὁ δὲ λογισμὸν ἀστει̃ον ἀναλαβὼν καὶ ἄξιον τη̃ς ἡλικίας καὶ τη̃ς του̃ γήρως ὑπεροχη̃ς καὶ τη̃ς ἐπικτήτου καὶ ἐπιφανου̃ς πολια̃ς καὶ τη̃ς ἐκ παιδὸς καλλίστης ἀναστροφη̃ς μα̃λλον δὲ τη̃ς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφήνατο ταχέως λέγων προπέμπειν εἰς τὸν ἅ̨δην |
24 οὐ γὰρ τη̃ς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθη̃ναι ἵνα πολλοὶ τω̃ν νέων ὑπολαβόντες Ελεαζαρον τὸν ἐνενηκονταετη̃ μεταβεβηκέναι εἰς ἀλλοφυλισμὸν |
25 καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαι̃ον ζη̃ν πλανηθω̃σιν δι' ἐμέ καὶ μύσος καὶ κηλι̃δα του̃ γήρως κατακτήσωμαι |
26 εἰ γὰρ καὶ ἐπὶ του̃ παρόντος ἐξελου̃μαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν ἀλλὰ τὰς του̃ παντοκράτορος χει̃ρας οὔτε ζω̃ν οὔτε ἀποθανὼν ἐκφεύξομαι |
27 διόπερ ἀνδρείως μὲν νυ̃ν διαλλάξας τὸν βίον του̃ μὲν γήρως ἄξιος φανήσομαι |
28 τοι̃ς δὲ νέοις ὑπόδειγμα γενναι̃ον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τω̃ν σεμνω̃ν καὶ ἁγίων νόμων ἀπευθανατίζειν τοσαυ̃τα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἠ̃λθεν |
29 τω̃ν δὲ ἀγόντων πρὸς αὐτὸν τὴν μικρω̨̃ πρότερον εὐμένειαν εἰς δυσμένειαν μεταβαλόντων διὰ τὸ τοὺς προειρημένους λόγους ὡς αὐτοὶ διελάμβανον ἀπόνοιαν εἰ̃ναι |
30 μέλλων δὲ ται̃ς πληγαι̃ς τελευτα̃ν ἀναστενάξας εἰ̃πεν τω̨̃ κυρίω̨ τω̨̃ τὴν ἁγίαν γνω̃σιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθη̃ναι του̃ θανάτου σκληρὰς ὑποφέρω κατὰ τὸ σω̃μα ἀλγηδόνας μαστιγούμενος κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτου̃ φόβον ταυ̃τα πάσχω |
31 καὶ οὑ̃τος οὐ̃ν του̃τον τὸν τρόπον μετήλλαξεν οὐ μόνον τοι̃ς νέοις ἀλλὰ καὶ τοι̃ς πλείστοις του̃ ἔθνους τὸν ἑαυτου̃ θάνατον ὑπόδειγμα γενναιότητος καὶ μνημόσυνον ἀρετη̃ς καταλιπών |